[ ]
Att. — stoich. 27 — 376/5
1 | ․ Ἀθηναί[ων κ]αὶ ἐπεμελ[ήθη] ὅπως ὡς |
κ̣άλλιστα πορευθήσονται οἱ πρέσ- | |
βεις ὡς βασιλέα, οὓς ὁ δῆμος ἔπεμψ- | |
εν καὶ ἀποκρίνασθαι τῶι ἥκοντι π- | |
5 | αρὰ το͂ Σιδωνίων βασιλέως ὅτι καὶ |
ἐς τὸν λοιπὸν χρόνον ὢν ἀνὴρ ἀγαθ- | |
ὸς περὶ τὸν δῆμον τὸν Ἀθηναίων οὐ- | |
κ ἔστι ὅτι ἀτυχήσει παρὰ Ἀθηναίω- | |
ν ὧν ἂν δέηται. εἶναι δὲ καὶ πρόξεν- | |
10 | ον τοῦ δήμου τοῦ Ἀθηναίων Στράτω- |
να τὸν Σιδῶνος βασιλέα καὶ αὐτὸν | |
καὶ ἐκγόνος. τὸ δὲ ψήφισμα τόδε ἀν- | |
αγραψάτω ὁ γραμματεὺς τῆς βολῆς | |
ἐστήληι λιθίνηι δέκα ἡμερῶν καὶ | |
15 | καταθέτω ἐν ἀκροπόλει, ἐς δὲ τὴν ἀ- |
ναγραφὴν τῆς στήλης δοῦναι τοὺς | |
ταμίας τῶι γραμματεῖ τῆς βολῆς Δ | |
ΔΔ δραχμὰς ἐκ τῶν δέκα ταλάντων. π- | |
οιησάσθω δὲ καὶ σύμβολα ἡ βολὴ πρ- | |
20 | ὸς τὸν βασιλέα τὸν Σιδωνίων, ὅπως |
ἂν ὁ δῆμος ὁ Ἀθηναίων εἰδῆι ἐάν τι | |
πέμπηι ὁ Σιδωνίων βασιλεὺς δεόμ- | |
ενος τῆς πόλεως, καὶ ὁ βασιλεὺς ὁ Σ- | |
ιδω̣νίων εἰδῆι ὅταμ πέμπηι τινὰ ὡ- | |
25 | ς αὐτὸν ὁ δῆμος ὁ Ἀθηναίων. καλέσα- |
ι δὲ καὶ ἐπὶ ξένια τὸν ἥκοντα παρὰ | |
το͂ Σιδωνίων βασιλέως ἐς τὸ πρυτα- | |
νεῖον ἐς αὔριον. | |
Μενέξενος εἶπεν· τὰ μὲν ἄλλα καθά- | |
30 | περ Κηφισόδοτος· ὁπόσοι δ’ ἂν Σιδω- |
νίων οἰκο͂ντες ἐς Σιδῶνι καὶ πολι- | |
τευόμενοι ἐπιδημῶσιν κατ’ ἐμπορ- | |
ίαν Ἀθήνησι, μὴ ἐξεῖναι αὐτὸς μετ- | |
οίκιον πράττεσθαι μηδὲ χορηγὸν | |
35 | μηδένα καταστῆσαι μηδ’ εἰσφορὰν |
μηδεμίαν ἐπιγράφεν. |