[ ] Att. — Athens: Ag. & Akr. — stoich. 39 — 394/3 a. — IG II² 17 — Hesp. 26.1957.51,8 — SEG 15.84; 16.42; 29.85; 36.140
frgs. h,g,e.22 [κύρια μὲν ἐ͂ναι Σθόρυι τὰ ψηφίσματα τά ἐψη]φισμέ-
[να αὐτῶι πρότερον ὑπὸ το͂ δήμο το͂ Ἀθηναίων] καὶ τὸ
[νυνὶ ψηφισθέν· ἐπαινέσαι δ’ αὐτὸν ἐπει]δὴ πρότε%⁸⁰-
25 [ρόν τε διετέλει Σθόρυς πρόθυμος ὢν] Ἀθηναίοις v
[καὶ ὅ]τ̣ι προ[εῖπε τὰ σημεῖα τὰ γενόμ]ενα περὶ τῆς v
[ν]αυμαχίας [μαντευσάμενος ἐκ τῶν ἱε]ρῶν τῶν εἰσι-
τητηρίων ὧ[ν ἀπέθυσεν καὶ ἐμ π]ᾶσ[ίν ἐσ]τι ἀνὴρ ἀγα-
θὸς περὶ τὴ[ν πόλιν τὴν Ἀ]θην[αί]ων [καὶ ο]ἱ πρόγονο[ι]
30 πρότερον, κ[αὶ ἐ͂ναι αὐ]τὸν Ἀθ[ην]αῖο[ν· γρά]<ψ>ασθαι δ[ὲ]
αὐτὸν εἰς φυ[λὴν κα]ὶ δῆμον ἵ[ν’ ἂ]ν βόλ[ηται]· τὸς δὲ [στ]-
ρατηγὸς τὸς [ἐνθ]άδε ἀποδο͂να[ι] αὐτῶ[ι καὶ μι]σθ[ὸν ὅ]-
σομπερ πέρυ[σι]ν ἔφερε· τὸν δὲ [γ]ραμμ[ατέα τ]ῆς βολ[ῆ]-
ς ἀναγράψαι [τ]ὸ ψήφισμα τόδε [τέ]λε[σι τοῖ]ς Σθόρυ[ο]-
35 ς ἐν στήληι [ἵ]ναπερ αὐτῶι τὰ π[ρ]ότερ[α ψηφί]σματα [ἀ]-
ναγέγραπται· ἐὰν δέ τις τα[ῦτ]α ἄκυρ[α ποι]ῆι, ὀφε[λέ]-
τω χιλίας [δ]ραχμὰς ἱερ[ὰς τῆ]ι Ἀθηνάα[ι καὶ] τῶι Ἀ[πό]-
λλωνι τῶ[ι] Πυθίωι ἑτέρα[ς]· ἐ͂ναι δὲ ταῦ[τα κ]αὶ τοῖς [ἐ]-
κγόνοις τοῖς Σθόρυος· καλέσαι δὲ αὐ[τὸν] ἐπὶ δε[ῖπ]-
40 νον εἰς [τ]ὸ πρυτανεῖον εἰς αὔριον.  {²vacat}²
Search Help
Contact Us