[ ] Att. — stoich. 33 — 368/7
1 [ἐπὶ Ναυσιγέν]ος ἄρχ[οντος ἐπὶ τῆς Αἰαντί]-
[δος ἑβδόμης π]ρυταν[είας, Μόσχος Κυδαθη]-
[αιεὺς ἐγραμ]μάτευε, [δευτέραι καὶ τριακο]-
[στῆι τῆς πρυ]τανεία[ς· τῶν προέδρων ἐπεψή]-
5 [φιζε ․․6․․․]ς Δαίππο [Μαραθ· ἔδοξεν τῶι δή]-
[μωι· Πάν]δ[ιος] εἶπεν· [τύ]χ[ηι ἀγαθῆι τῆι Ἀθην]-
[αίων· δεδόχθ]αι τῶι δήμ[ωι· ἐπαινέσαι μὲν Δ]-
[ιονύσι]ο[ν] τὸν Σικελία[ς ἄρχοντα ὅτι ἐστὶ]-
[ν ἀνὴρ] ἀγαθὸς περὶ τὸν [δῆμον τὸν Ἀθηναίω]-
10 [ν καὶ τ]ὸς συμμάχους· εἶ[ναι δὲ συμμάχος αὐ]-
[τὸν κα]ὶ τοὺς ἐκγόνους [τοῦ δήμου τοῦ Ἀθην]-
[αίων ἐ]ς [τ]ὸν ἀεὶ χρόνον [ἐπὶ τοῖσδε· ἐάν τις]
[ἴηι ἐπ][τ]ὴν χώραν τὴν Ἀ[θηναίων ἐπὶ πολέμ]-
[ωι ἢ κατ]ὰ γῆν ἢ κατὰ θάλ[ατταν, βοηθεῖν Διο]-
15 [νύσιον] καὶ τοὺς ἐκγόν[ους αὐτο͂ καθότι ἂν]
[ἐπαγγέ]λλωσιν Ἀθηναῖ[οι καὶ κατὰ γῆν καὶ]
[κατὰ θά]λατταν παντ[ὶ σθένει κατὰ τὸ δυνα]-
[τόν· καὶ] ἐάν τις ἴηι ἐ[πὶ Διονύσιον ἢ τοὺς ἐ]-
[κγόνου]ς αὐτο͂ ἢ ὅσων ἄ[ρχει Διονύσιος ἐπὶ]
20 [πολέμω]ι ἢ κατὰ γῆν ἢ κα[τὰ θάλατταν, βοηθε]-
[ῖν Ἀθη]ναίους καθότι ἂ[ν ἐπαγγέλλωσιν κα]-
[ὶ κατὰ γ]ῆν καὶ κατὰ θάλα[τταν παντὶ σθένε]-
[ι κατὰ τ][δυ]νατόν. ὅπλα δ[ὲ μὴ ἐξεῖναι ἐπι]-
[φέρειν] Δ[ιο]νυσίωι μηδ[ὲ τοῖς ἐκγόνοις αὐ]-
25 [τοῦ ἐπὶ] τ[ὴν] χώραν τὴν Ἀ[θηναίων ἐπὶ πημον]-
[ῆι μῆτε] κ[ατ]ὰ γῆν μήτε κ[ατὰ θάλατταν· μηδὲ]
[Ἀθηναί]ο[ι]ς ἐξεῖναι ὅπ[λα ἐπιφέρειν ἐπὶ]
[Διονύ]σι[ο]ν μηδὲ τοὺ<ς> ἐκ[γόνους αὐτοῦ μηδὲ]
[ὅσων ἄ]ρχ[ε]ι Διονύσιος [ἐπὶ πημονῆι μήτε κ]-
30 [ατὰ γῆν] μ[ή]τε κατὰ θάλα[τταν. λαβεῖν δὲ τὸν]
[ὅρκον] τὸμ περὶ τῆς συμ[μαχίας τοὺς πρέσβ]-
[εις τοὺ]ς παρὰ Διονυσί[ου ἥκοντας, ὀμόσαι]
[δὲ τήν τε] βουλὴν καὶ τὸ[ς στρατηγοὺς καὶ τ]-
[οὺς ἱππά]ρχους καὶ τοὺ[ς ταξιάρχος· ὀμόσ]-
35 [ι δὲ Διο]νύσιον καὶ τοὺ[ς ἄρχοντας καὶ τὴν]
[βουλὴν] τῶν Συρακοσί[ων καὶ στρατηγοὺς κ]-
[αὶ τριη]ράρχους· ὀμνύ[ναι δὲ τὸν νόμιμον ὅ]-
[ρκον ἐκ]ατέρους· τοὺ[ς δὲ ὅρκος ἀπολαβεῖν]
[Ἀθηναί]ων τὸς πρέσβ[εις τὸς πεμφθέντας ἐ]-
40 [ς Σικελί]αν. ἀναγράψ[αι δὲ τόδε τὸ ψήφισμα]
[τὸν γραμ]ματέα τῆς [βουλῆς — — — — —]
Search Help
Contact Us