[ ]
Att. — Athens: Agora — stoich. — 432 a.
1 | ἐμ Π̣οτ̣[ειδαίαι Ἀθεναίον ℎοίδε ἀπέθανον]. |
ἀθάνατόμ με θα[νο — — — — — — — — — — — — — —] | |
σεμαίνεν ἀρετ[ὲν — — — — — — — — — — — —] | |
καὶ ΠΡΟΓΟΝΟΣΘΕΝΕΣ[— — — — — — — — — — — — — — —] | |
5 | νίκεν εὐπόλεμομ μνε͂μ’ ἔλαβομ φθ̣[ίμενοι]. |
αἰθὲρ μὲμ φσυχὰς ὑπεδέχσατο, σόμ̣[ατα δὲ χθὸν] | |
το͂νδε· Ποτειδαίας δ’ ἀμφὶ πύλας ἐλ[ύθεν]· | |
ἐχθρο͂ν δ’ οἱ μὲν ἔχοσι τάφο μέρος, ℎο̣[ι δὲ φυγόντες] | |
τεῖχος πιστοτάτεν ℎελπίδ’ ἔθεντο [βίο]. | |
10 | ἄνδρας μὲμ πόλις ℎέδε ποθεῖ καὶ δε͂[μος Ἐρεχθο͂ς], |
πρόσθε Ποτειδαίας ℎοὶ θάνον ἐμ πρ[ο]μάχοις | |
παῖδες Ἀθεναίον· φσυχὰς δ’ ἀντίρρο[π]α θέντες | |
ἐ[λλ]άχσαντ’ ἀρετὲν καὶ πατρ̣[ίδ’] ε̣ὐκλ[έ]ϊσα̣ν̣. |