[ ] Eg. — Alexandria? — 3rd c. AD — Milne, Mus.Cairo 21,9223 — Breccia 147; SB 5.8915 — OGIS 2.713 = IGRR 1.1083
1 εὐτυχῶς καὶ ἐπ’ ἀ̣γαθῶι Μάρκωι Αὐρηλίωι Μ̣ικκαλῶνι τῶι καὶ Θεοφίλωι,
ἐνάρχωι γυμνασιάρχωι καὶ ἀ̣γ̣ωνοθέτη[ι], ἀπὸ τῆς ἱερᾶς θυμελικῆς
καὶ ξυστικῆς συ̣νόδου, ψηφίσματι τετιμημέν̣ωι, φιλοτίμως
ἀλίφοντι, υἱῶι Μά̣ρκου Αὐρηλίου Θεοφίλου τοῦ καὶ Ἀφροδισίου
5 γυμνασιαρχήσαντος κ̣α̣ὶ ἀγω̣νοθετή̣σ̣αντος, υἱωνῶι Μάρκου
Αὐρηλίου Εὐδαίμονος τοῦ κ̣α̣ὶ Ἀφροδισίου γυμνα̣σιαρχήσαντος
καὶ ἀγ̣ωνοθε̣τήσαντος, θυγατριδῷ Μ[ά]ρκου Αὐρηλίου Ἱέρ̣ακος τοῦ
καὶ Εὐδαίμονος γυμνασιαρχήσαντος καὶ ἀγωνοθετήσαντος,
ἁπάντων ἀπὸ τῆς ἱερᾶς θυμελικῆς καὶ ξυστικῆς συνόδου,
10 π̣ρογ̣όνω[ν γεγ]υμνασιαρχηκότων, ψηφίσματι τετιμημένων.
   {²hedera}² [ἔ]τους πρώτου {²vac.}² Φαμενὼθ λʹ. {²hedera}²
Search Help
Contact Us