[ ] Att. — stoich. 28 — 378/7
[ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμωι — —]
1 [․․ὶς ἐπρυτ]άνευεν, Κ̣α̣λ̣λ̣[․․․7․․․ Ἀλω]-
πεκῆθεν ἐγραμμάτευεν, Σίμων [․․5․․]-
ιος ἐπεστάτε· Ἀστύφιλος εἶπεν· περὶ
ὧν οἱ Μηθυμναῖοι λέγοσιν, ἐπειδ-
5 ὴ σύμ<μ>αχοί εἰσιν καὶ εὖνοι τῆι πόλη-
ι τῆι Ἀθηναίων Μηθυμναῖοι, ὅπως ἂν
καὶ πρὸς τὸς ἄλλος συμμάχος τὸς Ἀθ-
ηναίων ἦι αὐτοῖς ἡ συμμαχία, ἀναγρ-
άψαι αὐτὸς τὸν γραμματέα τῆς βολῆ-
10 ς, ὥσπερ καὶ οἱ ἄλλοι σύμμαχοι ἀναγ-
εγραμμένοι εἰσίν· ὀμόσαι δὲ τὴν πρ-
εσβείαν τῶν Μηθυμναίων τὸν αὐτὸν
ὅρκον, ὅμπερ καὶ οἱ ἄλλοι σύμμαχοι
ὤμοσαν, τοῖς τε συνέδροις τῶν συμμ-
15 άχων καὶ τοῖς στρατηγοῖς καὶ τοῖς
ἱππάρχοις. ὀμόσαι δὲ τοῖς Μηθυμνα-
ίοις τός τε συνέδρος τῶν συμμάχω[ν]
καὶ τὸς στρατηγὸς καὶ τὸς ἱππάρχο-
ς κατὰ ταὐτά. ἐπιμεληθῆναι δὲ Αἴ[σι]-
20 μον καὶ τὸς συνέδρος τὸς ἐπὶ τῶν [νε]-
ῶν ὅπως ἂν ὀμόσωσιν αἱ ἀρχαὶ αἱ Μ[ηθ]-
υμναίων καθάπερ οἱ ἄλλοι σύμμαχο[ι].
ἐπαινέσαι δὲ τὴμ πόλιν τὴν Μηθυμν-
αίων καὶ καλέσαι τὸς πρέσβες τῶν
25 Μηθυμναίων ἐπὶ ξένια. {²vacat}²
              {²vacat 0.065}²
Search Help
Contact Us