[ ] Eg. — Ptolemaïs Hermiou (El Manshāh) — 278/77 BC — Louvre 4; Prose 4; SB 5.8852
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ἑ[ρ]μᾶς
Δόρκωνος Μεγιστεὺς εἶπεν· ἐπειδὴ πρυτάνεις
οἱ σὺν Διονυσίωι Μουσαίου τοῦ ὀγ̣δόου ἔτους,
Διονύσιος Μουσαίου Ὑλλεύς, Ἱπ[πία]ς Δίωνος Με-
5 γιστεύς, Κρατίος Προκρίτου Φιλωτέρειος, Κίσσος
Νεάρχου Ἀνδ̣[α]νιεύς, Ἡλιόδωρος Νικομάχου Δαναεύς,
Νεοπτόλεμος Θεοδώρου Καρανεύς, καλῶς καὶ ἀξίως
τῆς πόλεως προέστησαν ὁρῶντές τινας τῶν πολιτῶν
[μ]ὴ ὀρθῶς ἀνα[στρ]εφομένους καὶ θόρυβον οὐ τὸν τυχόντα παρ[έ]-
10 [χ]οντας ἐν τ[αῖς] βουλαῖς [καὶ] ἐν ταῖς ἐκκλησίαις, [μ]άλιστα δὲ
ἐν ταῖς ἀρχα[ιρεσίαις μέχρι βίας καὶ] ἀσ[ε]βείας, προεληλυθότας,
ἐπέστησαν τῆι κακ[ίαι, κολάζοντ]ε[ς τοῖς] ἐκ τῶν νόμων ἐπιτίμοις,
δι’ ὃ συμβέβηκεν τὴν πό[λ]ι[ν εὐνομωτέραν γεγο]νέναι· [εἶτα] καὶ ἐψηφίσαν[το]
ἐξ ἐπιλέκτων ἀνδρῶν τὴν βουλὴν [καὶ τὰ] δικαστή[ρια αἱρεῖσ]θαι· ἐφ’ ο[ἷς̣]
15 παροξυνόμενοι οἱ νεώτεροι καὶ οἱ ἄλλοι π[ολῖτ]αι ο[ἱ] αἱρο[ύμενοι] βέλτιον π[ολι]-
[τεύεσθ]αι καὶ περὶ ὧν ὑπελάμβανον συμφέρειν τῆι πόλει διο[ι]κηθῆνα[ι — — —]
[— — — — — — διο]ικητὴν ὅ[π]ω[ς — — — —]
— — —
Search Help
Contact Us