[ ] Eg. — Karanis (Kōm Aushīm) — 2nd/1st c. BC — GVI 1680
1 τί πλέον ἐστ’ εἰς τέκνα πονεῖν, ἢ πρὸς τί προτιμᾶν,
  εἰ μὴ Ζῆνα κριτὴν ἕξομεν̣, ἀλλ’ Ἀΐδην;
δὶς δέκα γάρ μ’ ἐκόμησε πατὴρ ἔτη, οὐδ’ ἐτέλεσσα
  νυμφιδίων θαλάμων εἰς ὑμέναια λέχη,
5 οὐδ’ ὑπὸ παστὸν ἐμὸν δέμας ἤλυθεν, οὐδ’ ἐκρότησαν
  πάννυχ’ ὁμηλικίη{ς} κεδροπαγεῖς σανίδας.
ὤλετο παρθενίη σειρὴν ἐμή· αἰαῖ ἐκείνην
  Μοῖραν, ἰή, ἥτις ἐμοὶ νήματα πίκρ’ ἔβαλεν.
μαστοὶ μητρὸς ἐμῆς κ̣ε̣νεὸν γάλα τοί με ἐκόμησαν,
10   οἷς χάριν οὐ δυνάμην γηροτρόφον τελέσαι.
ὡς ὄφελον θνήισκουσα λιπεῖν πατρὶ τέκνον, ὅπως μὴ
  αἰῶνα μνήμης πένθος ἄλαστον ἔχηι.
κλαύσατε Λυσάνδρην, συνομήλικες, ἣν Φιλον[ί]κη
  καὶ Εὔδημος κούρην τήν<δ’> ἐτέκοντο μάτην.
15 τοῖσιν ἐμὸν στείχουσι τάφον
μέγ’ ἐνεύχομαι ὑμῖν, |
κλαύσατ’ ἄωρον ἐμὴν
ἡλικίαν ἄγαμον. |
Search Help
Contact Us