[ ] Eg. — Theadelphia (Batn Ihrīt) — 57 BC
1 ἄσυλον κατὰ πρόσταγμα· ᾧ μὴ πρᾶγμα.
τῶι ἐπιστάτηι Θεαδελφείας· τῆς δεδομένης
τῆι θεᾶι βασιλίσσηι ἐντεύξεως παρὰ τῶν ἱερέων
τοῦ ἐν τῆι κώμηι Πνεφερῶτος θεοῦ μεγάλου, μετε-
5 νηνεγμένης δ’ ἐφ’ ἡμᾶς σὺν τῶι πρὸς αὐτὴν προστε-
ταγμένωι τὸ ἀντίγραφον ὑπόκειται· κατακολού-
θει οὖν τοῖς προστεταγμένοις· ἔρρωσο· (ἔτους) βʹ, Φαμεν(ὼθ) γʹ.
βασιλίσσηι Βερενίκηι [θ]εᾶι Ἐπιφανεῖ χαίρειν
οἱ ἱερεῖς τοῦ Πνεφερῶι θεοῦ μεγάλου κροκοδείλου
10         τ̣ο̣ῦ̣ ὄντος ἐν Θεαδελφείαι τῆς Θεμίστου
μερίδος τοῦ Ἀρσινοΐτου· τυγχάνομεν ἀδιαλεί-
πτως τάς τε θυσίας καὶ σπονδὰς καὶ καύσεις
λύχνων καὶ τἆλλα τὰ νομιζόμενα τοῖς θε-
οῖς ἐπιτελοῦντες ὑπέρ τε σοῦ καὶ τῶν προγό-
15 νων· προαιρούμενοι δὲ τὴν τοῦ ἱεροῦ ἀσυλίαν
ἐπικυρωθῆναι, ἵνα τούτου πρὸς αὔξησιν ἀγο-
μένου πολλῷ μᾶλλον τὰ νομιζόμενα
τοῖς θεοῖς ὑπέρ σου, καθότι πρόκειται, ἐ-
πιτελῆται, δεόμεθα, καθ’ ἥν ἔχεις πρὸς
20 τὸ θεῖον εὐσέβειαν, προστάξαι τὸ ση-
μαινόμενον ἱερὸν καὶ τοὺς προσόντας
τόπους λιβὸς μὲν ἐπ’ ἀπηλιώτην [πήχεις]
[ἑκατὸν δέκα ἑπτά], νότου δ’ ἐπι βορρᾶν ἀπὸ
τοῦ γειτνιῶντος ἐγ νότου Βουβαστιείου
25 μέχρι τῶν προσόντων ἀπὸ βορρᾶ τάφων τῶν
ἀποθειουμένων ἱερῶν ζῴων εἶναι ἀσύλου[ς],
καὶ μηδένα καθ’ ὁντινοῦν τρόπον ἐκ τούτων [ἀπο]-
βιάζεσθαι, τὸν δὲ φανησόμενον θανάτωι ἔν[ο]-
χον εἶναι· ὑπὲρ ὧν καὶ γραφῆναι Διοσκουρίδηι τῶ[ι]
30 συγγενεῖ καὶ στρατηγῶι τοῦ νομοῦ προνοηθῆν[αι]
ὡς διὰ στήλης τῆς πρὸς τοῖς δεδηλωμένοις
τόποις ἐνοικοδομηθησομένης ἐνγλυφήσεται
ὑπέρ τε σοῦ καὶ τῶν προγόνων ἡ τοῦ δηλουμένου
<ἱεροῦ> καὶ τῶν προσόντων τόπων ἀσυλίαι ἐπὶ τοῖς ἠξιω-
35 μένοις, καθάπερ ἐπὶ τῶν ὁμοίων γείνεται· τού-
του δὲ γενομένου ἔσται τὸ θεῖον μὴ παρατεθε-
ωρημένον· οὐ δυνάμενοι δὲ τοῦ ἱεροῦ ἀποσπᾶ-
σθαι, δεδώκαμεν τὴν περὶ τούτων ἐπιτροπὴν̣
Σωκράτηι τῶι μάλιστα τοῦ ἱεροῦ διὰ παντὸς
40 προισταμένωι, σχεθησομένωι τοῦ τῶν ἠξιω-
μένων ἀποτελέσματος, ἵν’ ὦμεν εὐεργε-
τημένοι· διευτύχει.
      Διοσκουρίδηι· γινέσθω·
                       (ἔτους) βʹ, Φαῶφι ιζʹ.
Search Help
Contact Us