[ ] Thessalia (Magnesia) — Demetrias — ca. 225-200 BC — GVI 1693 — McDevitt 752
1 εἰ κέκρικας χρηστήν, Ῥαδάμανθυ, γυναῖκα καὶ ἄλλην,
ἢ Μίνως, καὶ τήνδε, οὖσαν Ἀριστομάχου
κούρην· εἰς μακάρων νήσους ἄγετ’· εὐσεβίαν γὰρ
ἤσκει καὶ σύνεδρον τῆσδε δικαιοσύνην.
5 ἣν Τύλισος μὲν ἔθρεψε, πόλις Κρῆσσα, ἥδε δὲ γαῖα
ἀμφέπει ἀθάνατον· μοῖρα σοί, Ἀρχιδίκη.
Search Help
Contact Us