[ ] Crete, E. — Hierapytna [Ion., Teos] — 201 BC — McC. Teos 10
[— — — — — — — — — — — — — — — — — — —]
[τάν τε καθιέρωσιν τῶι Διονύσωι τᾶς τε πόλιος]
1 καὶ τᾶς χώρας [ὑμῶν δίδομεν καὶ ἐφ’ ὅσον κα δυ]-
νατὸν ἦι οὐκ ἐπιτ[ρ]άψομεν οὐδενὶ ἀδικε͂ν ἐν τᾶι
ὑμᾶι χώραι, τάν τε [φι]λίαν ἁρμοστὰν ἐῶσαν δι-
ακαθεξίομεν [ν]ῦν τε καὶ εἰς τὸ[ν] λοιπὸν χρόνον
5 πάντα. εἰ δέ τ[ινές κα] τῶν ὁρμωμένων ἐξ Ἱα[ρα]-
πύτνας [ἀδικήσωντί τι]να Τηίων ἢ κο[ι]νᾶι ἢ ἰδί-
αι ἐξέ[στω τῶι παραγεν]ομένωι [Τηίων] ἐπιλα-
βέσθαι καὶ [τῶν σωμάτ]ων καὶ χ[ρημάτων, εἴ τίς]
κα ἄγηι· οἱ δ[ὲ κόσμοι οἱ τ]όκ’ ἀεὶ [κοσμίοντες ἐπα]-
10 ναγκαζόντων ἀποδιδόμεν τὸς ἔχοντας [ἀζάμιοι]
ἐόντες καὶ ἀνυπόδικοι πάσας ζαμίας. ἔρρωσθε.
Search Help
Contact Us