[ ] Crete, W. — Axos [Phok., Delphi] — ca. 200-170 BC
1 Ϝαξίων οἱ κόσμοι καὶ ἁ πόλις Αἰτωλῶ[ν συνέδροις] καὶ τῶι στρα-
ταγῶι καὶ τῶι ἱππάρχαι χαίρειν. γινώ[σκε]τε Ἐράτωνα πολί-
ταν ἁμὸν ἰόντα, ἐκπλεύσαντα δὲ ἐπὶ στ[ρ]ατ[ε]ίαν εἰς Κύπρον
καὶ λαβόντα γυναῖκα τεκνοποιήσασθαι υ[ἱ]οὺς δύο, Ἐπικλῆν
5 καὶ Εὐαγόραν. συνέβα δὲ ἀποθανόντος τῶ Ἐράτωνος ἐν τᾶι
Κύπρωι αἰχμαλώτως γενέσθαι τὸνς πε[ρ]ὶ τὸν Ἐπικλῆν καὶ
τὰμ ματέρα αὐτῶν καὶ πραθῆμεν τὸν Ἐπικλῆν εἰς Ἄμφισσαν·
καταβαλὼν δὲ τὰ λύτρα ὁ Ἐπικλῆς οἰκε[ῖ π]αρ’ ὑμὲ ἐν Ἀμφίσσαι,
πολίτας ἰὼν ἁμὸς αὐτός τε κα[ὶ τ]ὰ τέκ[να αὐ]τῶ Ἐρασ[ιφῶ]ν [καὶ]
10 Τιμῶναξ καὶ θυγάτηρ Μελίτα. [καλῶς ὦν π]οιη<σ>εῖτε φροντίδ-
δοντες ὁπᾶι εἴ τίς κα ἀδικῇ α[ὐτώς, κω]λύηται ὑφ’ ὑμίων [καὶ κοι]-
νᾶι καὶ ἰδίαι, ἁ δὲ κοινοπολι[τείας] ἀιδία ὑπάρχῃ ἀν[αγραφά].
Search Help
Contact Us