[ ] Crete, Ctr. — Lyttos — 2nd/3rd c. AD
[— — — — — — — — — — — —]
1 τ̣ῆς δόσεως τοῖς στάρτοις κατὰ
τὰ πάτρια καὶ Θεοδαισίοις καὶ
Βελχανίοις· τὸν δὲ πρωτοκοσ-
μοῦντα κατ’ ἔτος ἢ ἐπιμελούμε-
5 νον διδόναι διανομὴν Θεο<δα>ι-
σίοις ἐκ τῶν δόσεων ὧν οἱ στάρ-
τοι λαμβάνουσιν 𐆖 ͵αφʹ καὶ Μα-
ΐαις Καλ(άνδαις) ἐκ τῶν ταῖς φυλαῖς δι-
δομένων χρημάτων, τὸ ἐνδέον
10 οἴκοθεν προσεισφέροντα ἀμφοτέ-
ραις ταῖς διανομαῖς καθ’ ἃ καὶ Σύμ-
μαχος Ἀγαθόποδος ἐπιμελούμε-
νος ἐποίησε· τὸν δὲ παρὰ ταῦτα πρά-
ξαντα ὑπεύθυνον εἶναι ἀσεβείᾳ.
Search Help
Contact Us