[ ] Crete, Ctr. — Knosos [Ion., Teos] — ca. 170 BC — McC. Teos 21.5
1                   Κνωσίων.
ἔδοξε Κνωσίων τοῖς κόσμοις καὶ τᾶι πόλει· ἐπει-
δὴ Ἡρόδοτος Μηνοδότω καὶ Μενεκλῆς Διονυσίω
ἀποσταλθέντες πρεγγευταὶ πὰρ Τηίων πορτὶ
5 τὰς ἐν Κρήται πόλιας καὶ διατρίψαντεν τὸν πλεῖσ-
τον χρόνον ἐν τᾶι ἁμᾶι πόλει, οὐ μόνον τὰν ἀπὸ τᾶς
ἀναστροφᾶς εὐταξίαν ἀπεδείξαντο, ἀλλὰ καὶ ἐπε-
δείξατο Μενεκλῆς μετὰ κιθάρας πλεονάκις τά τε
Τιμοθέω καὶ Πολυίδω καὶ τῶν ἁμῶν ἀρχαίων ποιη-
10 τᾶν καλῶς καὶ ὡς προσῆκεν ἀνδρὶ πεπαιδευμέ-
νωι· ὁπᾶι ὦν ἰσᾶντι Τήιοι ὅτι ἁ πόλις ἀποδέδεκται
τὸς τοιούτος τῶν ἀνδρῶν, δεδόχθαι ἐπαινέσαι
τάν τε τῶν Τηίων πόλιν ἐπὶ τῶι τοιούτος ἄνδρας
πέμψαι, ὁμοίως δὲ καὶ τὸς πρεγγευτάς, Ἡρόδοτον
15 καὶ Μενεκλῆν, ὅτι καλῶς καὶ εὐτάκτως ἐνδεδα-
μήκαντι. τὸς δὲ κόσμος δόμεν ἀντίγραφον τῶδε
τῶ ψαφίσματος, σφραγίξαντας τᾶι δαμοσίαι σφρα-
γῖδι, ἀποκομίσαι Ἡροδότωι καὶ Μενεκλεῖ πρὸς Τηίος
ἵν’ ἐπιγνῶντι καὶ αἰεί ποκα πρόνοιαν ποΐωνται τῶν
20 τοιούτων ἀνδρῶν.
Search Help
Contact Us