[ ] Crete, Ctr. — Arkades [Ion., Teos] — after ca. 170 BC — McC. Teos 17
1                  Ἀρκάδων.
ἔδοξεν Ἀρκάδων τοῖς κόσμοις καὶ τᾶι πόλει. ἐπει-
δὴ Τήιοι φίλοι καὶ συγγενεῖς καὶ εὔνοοι ὑπάρχοντες
τᾶι πόλει διὰ προγόνων ψάφισμα καὶ πρεσβευτὰς
5 ἀπέσταλκαν Ἡρόδοτον Μηνοδότου, Μενεκλῆν Δι-
ονυσίου, οἳ καὶ ἐπελθόντες ἐπὶ τὸ κοινὸν τῶν Ἀρ-
κάδων τό τε ψάφισμα ἀπέδωκαν καὶ αὐτοὶ διελέ-
γεν μετὰ πάσας σπουδᾶς καὶ φιλοτιμίας, ἐνφανί-
ζοντες τὰν εὔνοιαν τοῦ δάμου ἃν ἔχει πρὸς Ἀρ-
10 κάδας καὶ τοὺς λοιποὺς [Κρηται]έας τάν τε εὐσέ-
βειαν ἃν ἔχετε πρὸς πάντας τοὺς θεούς, μά-
λιστα δὲ πρὸς τὸν Διόνυσον τὸν ἀρχαγέταν ὑ-
μέ<ων, ὧι> ἅ τε πόλις καὶ χώρα ὑμῶν καθιέρω-
ται, περί τε τῶν ἄλλων τῶν συμφερόντων
15 ταῖς πόλεσιν διελέγησαν ἀξίως ἀμφοτε-
ρᾶν τᾶν πόλεων, παρεκάλεον δὲ ἁμὲ καὶ ἀνα-
γράψαι τὸ πρότερον δοθὲν ὑμῖν δόγμα περὶ
τᾶς ἀσυλίας ἐν ὁποίωι τε κρίνωμεν ἱερῶι· δε-
[δ]όχθαι ἀποκρίνασθα<ι> τοῖς πρεσβευταῖς τῶν
20 [Τ]ηίων καὶ τᾶι πόλει, διότι τὸ κοινὸν τῶν Ἀρ-
[κά]δων καὶ ἐν τοῖς πρότερον χρόνοις ἀπ’ οὐδε-
[νὸς] ἀπέστα τῶν συμφερόντων τῶι δάμωι
[τῶι] Τηίων, διά τε τὸν Διόνυσον τὸν ἀρχαγέταν
[ὑμέων] τᾶς πόλεως καὶ διὰ τοὺς λοιποὺς θεούς,
25 [καὶ ἀνανεω]σαμένων τῶν παρ’ ὑμῶν πρεσβευ-
[τᾶν τάν] τε φιλίαν καὶ συγγένειαν καὶ ἀποδει-
[ξαμένων] τὰν εὔνοιαν ἃν ἔχετε διὰ παντὸς
[ἐς τοὺς Κρ]ηταιεῖς πάντας καὶ τὸ κοινὸν τῶν Ἀρ-
κάδων· βωλόμενοι οὖν καὶ ἡμεῖς τοῖς εὐνόως
30 διακειμένοις ἐν χάριτος μέρει μὴ λείπεσθαι, τό
τε πρότερον δόγμα ὃ ἔχετε παρ’ ἡμῶν περὶ τᾶς
ἀσυλίας καὶ τᾶς καθιερώσιος τᾶς τε πόλιος καὶ τᾶς
χώρας ἀναγράψομεν, καθότι παρακαλεῖτε διὰ τοῦ
ψαφίσματος, εἰς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ, καὶ συν-
35 τηρήσομεν τὰ δεδομένα ὑμῖν φιλάνθρωπα. πα-
ρακαλεσάντων δὲ ἁμὲ τῶν πρεσβευτᾶν δοῦναι
ὑμῖν ἰσοπολιτείαν καὶ ἔνκτησιν γᾶς καὶ οἰκίας καὶ ἀτέ-
λειαν, ταῦτά τε δίδομεν ὑμῖν, καὶ ἐάν τινες ἀδικῶσιν
ὑμᾶς ἢ τὰν χώραν παραιρῶνται τὰν καθιερωμέ-
40 ναν τῶι Διονύσωι καὶ πολεμέωσιν κατὰ γᾶν
ἢ κατὰ θάλασσαν, βοαθήσομεν ὑμῖν καθότι ἂν ἔω-
μεν δυνατοί. εἶναι δὲ καὶ τὰ φιλάνθρωπα Τηίοις πα-
ρ’ Ἀρκάσι πάντα ὅσα καὶ Ἀρκάσιν ἔσται. ἐπαινέομεν
δὲ καὶ τὸς πρεσβευτὰς Ἡρόδοτον καὶ Μενεκλέα
45 ἐπὶ τῶι σπεύδειν ὑπὲρ τᾶς πατρίδος ἐκτενῶς
καὶ τὰν παρεπιδαμίαν πεποιῆσθαι ἀξίως ἀμφοτε-
ρᾶν τᾶν πόλεων. δοθῆμεν δὲ αὐτοῖς καὶ ξένια τὰ
ἐκ τῶν νόμων. εἶναι δὲ Ἡρόδοτον Μηνοδότω καὶ
Μενεκλῆ Διονυσίω προξένος τᾶς πόλεος ἁμῶν.
50                          ἔρρωσθε.
Search Help
Contact Us