[ ] Kos Isl. — Asklepieion — 3rd c. BC — ZPE 25 (1977) 270, 2
See also:
1 ἐπ’ Εὐτυχίδα, Ἀλσείου νευμηνίαι· ἔδοξ[ε]
τῶι δάμωι τῶι Αἰγηλίων· ἐπειδὴ Ἀνά-
ξιππος Ἀλεξάνδρου ἰατρὸς κατασ-
ταθεὶς ὑπὸ τᾶς ἐκκλησίας ἔτη καὶ
5 πλείω κατά τε τὰν τέχναν καὶ τὸ[ν]
βίον ἐπαίνου ἀξίως ἀνέστραπτα[ι]
πολλούς τε τῶν πολιτᾶν εἰς μεγ[ά]-
λας ἀρωστίας ἐμπεσόντας καὶ κιν-
δύνους τοὺς ἐσχάτους διέσωισε ο[ὐ]-
10 θὲν ἐλλείπων φιλοτιμίας· ὅπως οὖν κα[ὶ]
[ὁ] δᾶμος φαίνηται καταξίας χάριτας
[ἀ]ποδιδοὺς τοῖς αὑτὸν εὐεργετεῖν
[π]ροαιρουμένοις [τ]οί τε ἐπιγινόμενο[ι]
πολὺ προθυμοτέρος αὑτὸς παρασκευ-
15 άζωντι ἐς τὰ συμφέροντα τῶι δάμωι· δεδό-
χθαι τῶι δάμωι τῶι Αἰγηλίων· ἐπαινέσαι
[Ἀνά]ξιππον ἐπὶ τᾶι ἐκτενείαι καὶ [ἐπι]-
[μελείαι ἃν] παρεχ[όμενος διατελεῖ]
[— — — — — — — — — — — — — —]
Search Help
Contact Us