[ ] Rhodos Isl. — Rhodos — 2nd c. BC
face A  {²quattuor coronae
1 Διονυσοδώρου Ἀλεξανδρέως
   εὐεργέτα καὶ ἀρχερανιστᾶ.
face B         {²quattuor coronae
1 Ἰάκχου καὶ Διονυσοδώρου Ἀλεξανδρέων εὐεργετᾶν
 τιμαθέντων ὑπὸ τοῦ κοινοῦ εὐεργεσίαι καὶ
 ἀτελείαι πάντων διὰ βίου, καὶ στεφανωθέντων
 ἐπαίνωι θαλλοῦ στεφάνωι, τιμαθέντος δὲ
5  Διονυσοδώρου καὶ ὑπὸ τοῦ κοινοῦ τοῦ Ἁλιαστᾶν
 ἀτελείαι πάντων διὰ βίου καὶ ἀναγορεύσει τᾶν τι-
 μᾶν ἐπὶ τῶν τόπων καὶ στεφανωθέντος ἐπαίνωι
 ἐπὶ τῶν τόπ<ω>ν εἰς τὸν ἀεὶ χρόνον· τιμαθέντος
 δὲ καὶ ὑπὸ τοῦ κοινοῦ τοῦ Διονυσιαστᾶν εὐεργεσί-
10  αι καὶ ἀτελείαι πάντων διὰ βίου καὶ στεφανωθέν-
 τος ἐπαίνωι χρυσέωι στεφάνωι ἐπ’ ἀρετᾶι·
καὶ Διονυσίου Ἀλεξανδρέως καὶ Ἰθάκης Σολίδος.
Search Help
Contact Us