[ ] Rhodos Isl. — Rhodos — shortly after 88 BC — cf. Gnomon 2 (1926) 196-197
See also:
1 Σῶσος καὶ Πολυκλῆς [κ]αὶ Καλλιαρίστα Σώσου,
Πολυκλῆς Πολυκλεῦς τοῦ Πολυκλεῦς τὸν πάππον
[σ]τρατευσά[μ]ενον ἔν τε τοῖς ἀφράκτοις καὶ ἐν ταῖς καταφράκτοις
[να]υσὶ κατὰ πόλεμον  καὶ γενόμενον ἁγεμόνα ἄμισθον ἐπὶ τᾶς
5 [χώ]ρας τᾶς Λινδίας  καὶ γυμνασιαρχήσαντα φυλᾶ[ς] καὶ νικάσαντα
[Π]οσειδάνια καὶ Ῥωμαῖα καὶ Ἁλίεια  καὶ γυμνασιαρχήσαντα νεώτερον
[καὶ κ]λαρωτὰν δικαστᾶν γενόμενον  καὶ ἄρξαντα ἀφράκτων  καὶ
[ἁγ]ησάμενον πεντηρέων κατὰ πόλεμον καὶ ἀποδειχθέντα ὑπὸ τοῦ
δάμου ἁγεμόνα τῶν ἁγεμόνων  καὶ ναυμαχήσαντα καὶ στραταγή-
10 σαντα ἐν τῶι πέραν καὶ ἐπιχειροτονηθέντα τὸ δεύτερον καὶ ἐπιχειρο-
τονηθέντα τὸ τρίτον  καὶ γυμνασιαρχήσαντα πρεσβύτερον καὶ
γραμματῆ βουλᾶς γενόμενον καὶ στεφανωθέντα ὑπὸ τῶν συναρχόντων
καὶ πρυτανεύσαντα ἐν τῶι πολέμωι καὶ στεφανωθέντα ὑπὸ τῶν συναρ-
χόντων καὶ γενόμενον σύμβουλον ναυάρχωι Δαμαγόραι  καὶ φυλαρ-
15 χήσαντα καὶ νικάσαντα ἐπιτάφια  καὶ τριηραρχήσαντα τετρήρευς
καὶ νικάσαντα τᾶι ἀποδείξει τᾶς ναὸς  καὶ χ[ορ]αγήσαντα πυρρίχαι
καὶ τριηραρχήσαντα τετρήρευς κατὰ πόλεμον καὶ χοραγήσαντα
τραγωιδοῖς καὶ νικάσαντα Ἀλεξάνδρεια καὶ Διονύσια καὶ τιμαθέντα
καὶ στεφανωθέντα χρυσέοις στεφάνοις δυσὶ ὑπὸ Παναθηναϊστᾶν
20 στρατευομένων κοινοῦ  καὶ ὑπὸ Ἁλιαταδᾶν πατριωτᾶν
Ἀριστοκλείων καὶ Κυδαγορείων διαγονιᾶν κοινοῦ  καὶ ὑπὸ
Ἐπεκτοριδᾶν πατριωτᾶν κοινοῦ  καὶ ὑπὸ Εὐθαλιδᾶν πατριωτᾶν
τῶν ἐν Οἴαις κοινοῦ  καὶ ὑπὸ Ἀφροδισιαστᾶν ἁλικιωτᾶν Πολυ-
κλείων κοινοῦ  καὶ ὑπὸ Ἰερομβροτείων Κλυσιμείων Πολυχαρ-
25 μείων κοινοῦ  καὶ ὑπὸ τῶν ἰεροθυτησάντων ἐν Ἐρεθίμοις κοινοῦ
καὶ τιμαθέντα ὑπὸ Ἀπολλωνιαστᾶν Ἀντιοχείων συσστρατευσαμέ-
[ν]ων κοινοῦ  καὶ τιμαθέντα ὑπὸ Πολυκλείων Βοαρσᾶν κοινοῦ
χρυσέωι στεφάνωι καὶ ἀνδριάντι  καὶ τιμαθέντα ὑπὸ Βοαρσᾶν
[Τει]σαγορείων κοινοῦ  καὶ τιμαθέντα ὑπὸ τῶν συμμάχων πάντων
30 τῶν τασσομένων ὑπὸ τὸν δᾶμον δίς,  καὶ τιμαθέντα ὑπὸ τᾶς πόλιος
τῶν Ἀστυπαλαιέων προξενίαι πολιτείαι χρυσέωι στεφάνωι εἰκόνι
χαλκέαι  καὶ τιμαθέντα ὑπὸ τᾶς πόλιος τῶν Μιλησίων προξενίαι
πολιτείαι ἐπαίνωι χρυσέωι στεφάνωι εἰκόνι χαλκέαι  καὶ τιμαθέντα
ὑπὸ τᾶς πόλιος τᾶς Ὑλλαριμέων προξενίαι πολιτείαι χρυσέωι στεφάνωι
35 εἰκόνι χαλκέαι  καὶ τιμαθέντα ὑπὸ τᾶς πόλιος τᾶς Κυιτᾶν προξενίαι
      [π]ολιτείαι χρυσέωι στεφάνωι εἰκόνι χαλκέαι, θεοῖς.
Search Help
Contact Us