[ ]
Rhodos Isl. — Lindos — ca. 180 AD — IG XII,1 839+
a.1 | οἱ ἰερεῖς τᾶς Ἀθάνας |
τᾶς Λινδίας καὶ τοῦ | |
Διὸς τοῦ Πολιέως | |
καὶ μαστροὶ καὶ Λίνδι- | |
5 | οι Τίτον Φλα(ύιον) Καλλίστρα- |
τον τὸν καὶ Πλαγκιανὸν | |
Ὑψικλέους Λαδάρ(μιον) τὸν | |
ἀξιολογώτατον πρὸς | |
ματρὸς πάππον τοῦ | |
10 | φιλοτειμοτάτου διὰ |
αἰῶνος γυμνασιάρχου | |
νεωτέρου Πο(πλίου) Αἰλ(ίου) Καλ- | |
λιστράτου τοῦ καὶ | |
Πλαγκιανοῦ Ἀντιπά- | |
15 | τρου, τὸν σεμνότατον |
καὶ τὸν φιλόπατριν. | |
b.1 | οἱ ἰ[ερ]εῖς̣ τᾶς Ἀθάνας̣ τᾶς̣ |
Λ̣ινδίας καὶ τοῦ Διὸς τοῦ | |
Πολιέως καὶ μαστροὶ | |
καὶ Λίνδιοι Ἰουλίαν Σηΐ- | |
5 | αν Ἰεροφωντίδα Ἑρμίπ- |
που Ἐρ(ειναῒν) τὰν φιλοστοργο- | |
τάταν γυναῖκα τοῦ φιλοτει- | |
μοτάτου δι’ αἰῶνος γυμ[να]- | |
σιάρχου νεωτέρου [Πο(πλίου) Αἰλ(ίου)] | |
10 | [Καλλιστράτου τοῦ καὶ Πλαγ]- |
[κιανοῦ Ἀντιπάτρου, τὰν σεμ]- | |
[νοτάταν καὶ φιλόπατριν]. | |
c.1 | οἱ ἰερεῖς τᾶς Ἀθάνας τᾶς Λιν- |
δίας καὶ τοῦ Διὸς τοῦ Πολιέ- | |
ως καὶ μαστροὶ καὶ Λίνδιοι #⁵⁶ | |
Φλα(υίαν) Παύλαν Τίτ(ου) Φλα(υίου) Καλλιστρά- | |
5 | του τοῦ καὶ Πλαγκιανοῦ Ὑψι- |
κλέους Λαδ(αρμίαν) τὰν φι<λ>οστοργοτά- | |
ταν ματέρα τοῦ φιλοτειμοτάτου | |
δι’ αἰῶνος γυμνασιάρχου νε- | |
ωτέρου Ποπλ(ίου) Αἰλίου Καλλι- | |
10 | στράτου τοῦ καὶ Π<λ>αγκια- |
νοῦ Ἀντιπάτρου, γυναῖκα | |
δὲ τοῦ ἀξιολογωτά<τ>ου Πο- | |
πλ(ίου) Αἰλ(ίου) Ἀντιπάτρου, τὰν σεμνο- | |
τάταν καὶ φιλόπατριν. | |
15 | |
d.1 | ο̣ἱ ἰερεῖς τᾶς Ἀθάνας τᾶς Λι̣ν̣[δί]ας |
καὶ τοῦ Διὸς τοῦ Πολιέως κα[ὶ] μα- | |
στροὶ καὶ Λίνδιοι Πό(πλιον) Αἴλ(ιον) Ἀντίπατρον | |
Ζηνοδότου τοῦ καὶ Θέωνος Ἐρ(ειναῆ) | |
5 | τὸν φιλόστοργον πατέρ[α] τοῦ |
φιλοτειμοτάτου δι’ αἰῶνος̣ γυ- | |
μνασιάρχου νεωτέρου Πο(πλίου) Αἰλ(ίου) | |
Καλλιστράτου τοῦ καὶ Πλ̣α̣γκι- | |
ανοῦ Ἀντιπάτρου υἱὸν [τ]ᾶ̣ς | |
10 | σεμνοτάτας Αἰλ(ίας) Ζηνοδότης |
Θέωνος καὶ ἀδελφὸ<ν> τοῦ [ἀ]ξιο- | |
λογωτάτου γυμνασιάρχο̣υ | |
Πο(πλίου) Αἰλ(ίου) Θέωνος πάσῃ παι[δ]είᾳ | |
κεκοσμημένον, τὸν σ[ε]μνό- | |
15 | τατον καὶ τὸν φιλόπα[τριν]. |
e.1 | οἱ ἰερεῖς τᾶς Ἀθάνας τᾶς Λινδίας καὶ τοῦ Διὸς τοῦ |
Πολιέω̣ς̣ [καὶ] μαστροὶ καὶ Λίνδ̣ι̣ο̣ι̣ Π̣όπλ(ιον) Α̣[ἴλ(ιον)] | |
Θέωνα Ζηνοδότου τοῦ καὶ Θ̣έωνος Ἐρειναῆ | |
τὸν φιλοστοργότατον θε[ῖ]ον τοῦ φιλοτει- | |
5 | μοτάτου διὰ αἰῶνος γυμνασ[ι]άρχου νεωτέρου |
Ποπλ(ίου) Αἰλίου Καλλιστράτου τοῦ καὶ Πλαγκι- | |
ανοῦ Ἀντιπάτρου ἐπαγγ[ε]ιλάμενον μετὰ | |
τᾶς ματρὸς αὐτοῦ Αἰλία[ς] Ζ̣ηνοδότης | |
τᾶς ἀξιολογωτάτας διὰ γ[ρ]α̣μμάτων καὶ | |
10 | τᾷ μεγάλᾳ πόλει Ῥόδῳ τ[ὰ]ν δι’ αἰῶνος ἐ- |
πώνυμον τοῦ προδηλουμένου | |
ἀδελφιδοῦ αὐτοῦ γυμνα̣σιαρχίαν, καὶ | |
ἰερεῦσι καὶ μαστροῖς κα[ὶ] Λινδίοις τὰς | |
κατ’ ἔτος νομὰς καὶ ἐλαιοθέσια εἰς ἀϊ- | |
15 | δίαν μνάμαν καὶ ἐπώνυμον τειμὰν |
τοῦ προγεγραμμένο[υ Κα]λλιστράτου | |
τοῦ καὶ Πλαγκιανοῦ, τὸν [σεμ]νότατον | |
καὶ τὸν φιλόπατριν. | |
f.1 | οἱ ἰερεῖς τᾶς Ἀθάνας τᾶς Λινδίας |
[καὶ] τοῦ Διὸ[ς τοῦ] Π̣ολι[έ]ω̣[ς] | |
καὶ μαστροὶ καὶ Λίνδιοι Πό- | |
πλιον Αἴλιον Καλλίστρατον | |
5 | τὸν καὶ Πλαγκιανὸν Ἀντιπά- |
τρου Ἐρ(ειναῆ) τὸν δι’ αἰῶνος φιλο- | |
τειμότατον ἐν τᾷ μεγάλᾳ | |
πόλει Ῥόδῳ ἐπώνυμον | |
γυμνασίαρχον νεώτερον, | |
10 | εὐσεβείας ἕνεκεν τᾶς ποτὶ |
τὰν θεὸν καὶ εὐεργεσιᾶν | |
τᾶν ποτὶ Λινδίους διὰ τῶν κα- | |
τ’ ἔτος νομῶν καὶ φιλοστοργό- | |
τατον καὶ γλυκύτατον περὶ | |
15 | πᾶν τὸ γένος αὐτοῦ καὶ πά- |
σῃ ἀρετῇ βίου κεκοσμημέ- | |
νον, τὸν σεμνότατον καὶ τὸν | |
φιλόπατριν. θεοῖς. | |
g.1 | οἱ ἰερεῖς τᾶς Ἀθάν[ας τᾶς Λ]ινδίας καὶ τοῦ |
Διὸς τοῦ Πολ[ιέως καὶ μαστρο]ὶ καὶ Λίνδιοι Αἰλίαν | |
Ζηνοδότην Θ[έωνος ․․․․]ηαθι․․․ τ̣ὰ̣ν [φιλο]σ̣τορ- | |
γοτάταν τήθ[αν τοῦ] φιλοτειμοτάτου δ[ι’ αἰ]ῶνος | |
5 | γυμνασιάρχο[υ νε]ωτέρου Ποπλ(ίου) Αἰλ(ίου) Καλλ[ιστ]ράτου |
τοῦ καὶ Πλαγκια̣νοῦ Ἀντιπάτρου ἐπαγγει[λα]μέ- | |
ναν μετὰ τοῦ υ[ἱ]ο̣ῦ̣ αὐτᾶς τοῦ γυμνασιάρχ[ου] Πο(πλίου) Αἰλ(ίου) | |
Θέωνος διὰ γρ[αμ]μάτων καὶ τᾷ μεγάλᾳ π[ό]λει Ῥόδῳ | |
τὰν δι’ αἰῶνος ἐπώνυμον τοῦ προδηλ[ου]μέ- | |
10 | νου ἐκγόνου αὐτᾶς γυμνασιαρχίαν κ[αὶ] ἰερεῦ- |
σι καὶ μαστρο[ῖ]ς καὶ Λινδίοις τὰς κατ’ ἔτο[ς] νο- | |
μὰς καὶ ἐλαιοθέσια ἰς ἀΐδιον μνάμαν [καὶ] ἐπώ- | |
νυμον τειμὰν τοῦ προγεγραμ<μ>ένο[υ] | |
Καλλιστράτου τοῦ καὶ Πλαγκιανοῦ, [τὰν] | |
15 | σεμνοτάταν καὶ φιλόπατριν. θεο̣[ῖς]. |
h.1 | οἱ ἰερεῖς τᾶς [Ἀ]θάνας τᾶς Λινδ[ία]ς |
καὶ τοῦ Διὸς [τοῦ] Πολιέως καὶ μα̣- | |
στροὶ καὶ Λίνδ[ιοι Πόπλ(ιον) Αἴλ(ιον)(?)] | |
Ζηνόδοτον τὸν̣ [καὶ Θέωνα Ἑρ]- | |
5 | μεία Ἐρειναῆ τὸν [ἐπώνυμον] |
ἰερέα τοῦ προπάτ[ορος Ἁλίου καὶ] | |
ἀγωνοθέταν το[ῦ ἀγῶνος τῶν] | |
μεγάλων Ἁλείων τ[ὸν πρὸς πα]- | |
τρὸς πάππον τ[οῦ φιλοτειμο]- | |
10 | τάτου δι’ αἰῶνος [γυμνασιάρ]- |
χου νεωτέρου Π̣[ο(πλίου) Αἰλ(ίου) Καλ]- | |
λιστράτου τοῦ κα[ὶ Πλαγκιανοῦ] | |
Ἀντιπάτρου, τὸν [σεμνότατον] | |
καὶ τὸν φιλόπατ[ριν]. | |
15 | θεοῖς. |
i.1 | [ἐπὶ γυμνασιάρχου νεωτέρου Ποπλίου Αἰλίου Καλλιστρ]άτου τοῦ καὶ Πλαγκιανοῦ Ἀντιπάτρου Ἐρειναέως Δα<λ>ίου τὰν φροντίδα πο[ιη]σ̣α̣μ̣[ένο]υ τᾶς ἀναστάσεως τῶν ἀνδριάν[των]. |