[ ]
Rhodos Isl. — Lindos — ca. 70-50 BC
1 | Λίνδιοι ἐτίμασαν |
Ζήνωνα Σατύρου | |
Ἄμιον | |
καθ’ ὑοθεσίαν δὲ Νικολάου Πεδιῆ | |
5 | ἐπαίνωι καὶ χρυσέωι στεφάνωι |
καὶ εἰκόνι χαλκέαι καὶ προεδρίαι | |
[ἐν τ]οῖς ἀγῶσι οὓς τίθεντι Λίνδιοι | |
κ[α]ὶ [σ]ιτήσει ἐν ἰεροθυτείωι καὶ | |
στεφ̣αναφορίᾳ ἐν ταῖς παναγύρεσι | |
10 | καὶ καθ’ ἕκαστον ἐνιαυτὸν τᾶν τιμᾶν |
ἀναγορεύσει εὐσεβείας ἕνεκεν | |
[τᾶ]ς ποτὶ τοὺς θεοὺς | |
καὶ ἀρ[ε]τ̣ᾶς καὶ εὐνοίας ἃν ἔχων | |
δ[ιατε]λεῖ εἰς τὸ Λινδίων πλῆθος | |
15 | [καὶ εἰς] τὸν σύμπαντα δᾶμον. |
θεοῖς. |