[ ] Africa Proc. — Carthago — 3rd c. AD — cf. Add. 421,242 — IGRR 1.945
1 ἐξορκίζω σε ὅστ[ι]ς ποτ’ εἶ, νεκυδαίμ<ω>ν, τὸν θεὸν τὸν κτίσαντα γῆν κ[α]ὶ οὐρανὸν Ιωνα·
ἐξορκίζω σε τὸν θεὸν τὸν ἔχοντα τὴν ἐξουσίαν τῶν χθονίων τόπων
Νειχαροπληξ· ἐξορκίζω σε τὸν θε[ὸν — — —]ο[—]ω̣α̣ε̣[—]ο πνευμάτων α[— — — —]β· [ἐ]ξορκί-
[ζω σε] τὸν θεὸν τῆς Ἀνάγκης τὸν μέγαν Αρουροβααρζαγραν· ὁρκίζω σε τὸν
5 θεὸν τὸν πρωτόγονον τῆς Γῆς Εφονκεισαιβλαβλεισφθειβαλ· ὁρκίζω σε τὸν θεὸν τῶν
ἀνέμων καὶ πνευμάτων Λαιλαμ· ὁρκίζω σε τὸν θεὸν τὸν ἐπὶ τῶν
τειμωριῶν παντὸς ἐνψύχ[ου —]ραπω̣κμη̣φ· ὁρκίζω σε τὸν θεὸν τὸν τῶν οὐρα-
νίων στερεωμάτων δεσπότην Αχραμαχαμαρει· ὁρκίζω σε τὸν θεὸν
τὸν χθόνιον τὸν δεσπόζοντα παντὸς ἐνψύχου Σαλβαλαχαωβρη· ὁρκίζω σε τὸν
10 θεὸν τὸν νεκυαγωγὸν τὸν ἅγιον Ἑρμῆν, τὸν οὐράνιον Αω̣ν
κρειφτὸν ἐπίγειον ἀ̣λ̣έ̣ον [— —]βνιν, τὸν χ[θό]νιον Αρχφ̣η̣σ̣ον· ὁρκίζω σε τὸν θε-
ὸν τὸν ἐπὶ τῆς ψυχοδοσίας παντὸς ἀνθρώπου γεγεγεγεν κί-
μενον {²⁶κείμενον}²⁶ Ιαω· ὁρκίζω σε τὸν θεὸν τὸν φωτίζοντα καὶ σκοτίζοντα τὸν κόσμον
Σεμεσειλαμ· ὁρκίζω σε τὸν θεὸν τὸν πάσης μαγείας τὴν ἔω̣γ̣-
15 σιν ἀνθρωπίνην σειυπν̣[— — —] Σαβαωθ· ὁρκίζω σε τὸν θεὸν τ[ὸν] τοῦ Σα[λο]-
μόνος Σουαρμιμωουθ· ὁρκίζω σε τὸν θεὸν τὸν τοῦ δευτέρου στερεώ-
ματος ἐν ἑαυτῷ τὴν δύναμιν ἔχοντα Μαρμαραωθ· ὁρκίζω σε τὸν θεὸν
τὸν τῆς παλινγενεσίας Θωβαρραβαυ· ὁρκίζω σε τὸν θεὸν τὸν
τοὺς ληνοὺς ὅλους {²⁶τὸν τῶν ληνῶν ὅλων(?)}²⁶ [—]α[— —]ι̣ευ· ὁρ[κί]ζω σε τὸν θεὸν τὸν τῆς ἡμέρας ταύτης ἧσσε
20 ὁρκίζω Αωαβαωθ· ὁρκίζω σε τὸν θεὸν τὸν ἔχοντα τὴν
ἐξουσίαν τῆς ὥρας ταύτης ἧσσε, ὁρκίζω Ἰσοῦ· ὁρκίζω σε τὸν θεὸν τὸν τῶν
οὐρανίων στερεωμάτων δεσπόζοντα Ιαω ιβοηα· ὁρκί-
ζω σε τὸν θεὸν τὸν οὐράνιον Ι̣θ̣υαω· ὁρκίζω σε τὸν θεὸν τὸν [τ]ὴν δι[ά]νοιαν
παντὶ ἀνθρώπῳ χαρισάμενον Νεγεμψενπ̣υενιπη·
25 ὁρκίζω σε τὸν θεὸν τὸν πλάσαντα πᾶν γένος ἀνθρώπ[ων] Χωο̣ι̣χαρε̣αμων·
ὁρκίζω σε τὸν θεὸν τὸν τὴν ὅρασιν παντὶ ἀνθρώπῳ χαρι-
σάμενον Η̣χεταρωψιευ· ὁρκίζω σε τὸν θεὸν τὸν χαρισάμενον τοῖς ἀνθρώ-
ποις τὴν διὰ τῶν ἄρθρων κ{ε}ίνησιν {²⁶κίνησιν}²⁶ Θεσθενοθριλ[—]χε-
αυνξιν· ὁρκίζω σε τὸν θεὸν τὸν πατροπάτορα Φνουφοβοην· ὁρκίζω
30 σε τὸν θεὸν τὸν τὴν κοίμησίν σοι δεδωρημένον
καὶ ἀπολύσαντά σε ἀπὸ δ[εσμῶ]ν τοῦ βίου Νεθμομαω· ὁρκίζω σε τὸν
θεὸν τὸν παντὸς μ̣ύ̣θου κυριεύοντα Ναχαρ· ὁρκί-
ζω σε τὸν θεὸν τὸν τοῦ ὕπνου δεσπόζοντα Σθομβλοην·
ὁρκίζω σε τὸν θεὸν τὸν ἀέριον τὸν πελάγιον
35 τὸν ὑπόγειον τὸν οὐρ[ά]νιον τῶν πελάγων τὴν ἀρχὴν
συνβεβλημένον τὸν μονογενῆ τὸν ἐξ αὐ-
τοῦ ἀναφανέντα τὸν πυρὸς καὶ ὕδατος καὶ γῆς καὶ ἀέρος τὴν
ἐξουσίαν ἔχοντα Ωηιαωεεηαφετι· προσ-
εξορκίζω σε κατὰ τὴν̣ γ̣ῆ̣ν̣ ὀνόματα Ἑκάτης τριμόρφου,
40 μαστειγοφόρου, δε̣δούλου, λαμπαδούχου
χρυσοσανδαλι̣αι̣μοποτιχθονίαν τὴν ἱππειτρο̣-
ακτ̣ι̣[—]φι ερεσχειγαλ νεβουτοσουαντ·
εἴπω σοι καὶ τὸ ἀλιθινὸν ὄνομα ὃ τρέμει Τάρταρα
γῆ, βυθὸς οὐρανὸς Φορβαβορφορβα-
45 βορφ[—]ορορ βασυνετειρ̣ω μολτιη̣α̣ιω φυλακὴ
ν̣α̣πυφεραιω Ἀνάγκη μασκελλι
μασκελλω φνουκενταβαωθ ορεοβαρζαργρα
ησθανχουχηνχουχεωχ, ἵνα
διακονήσῃς μοι ἐν τῷ κίρκῳ τῇ πρὸς ιϛʹ ἰδῶν
50 [ν]οεμβρίων καὶ καταδήσῃς
πᾶν μέλος, πᾶν νεῦρον, τοὺς ὥμους, τοὺς καρπούς,
τοὺς ἀνκῶνας τῶν ἡνιόχων
τοῦ ῥουσσέου Ὀλύμπου καὶ Ὀλυμπιάνου καὶ
Σκορτίου καὶ Ἰουυένκου·
55 βασάνισον αὐτῶν τὴν διανοίαν, τὰς φρένας,
τὴν αἴσθησιν ἵνα μὴ
νοῶσιν τί π[ο]ιῶσιν, ἀπόκνισον αὐτῶν τὰ
ὄμματα ἵνα μὴ βλέπωσιν
μήτε αὐτοὶ μήτε οἱ ἵπποι οὓς μέλλουσιν
60 ἐλαύνειν, Αἴγυπτον,
Καλλίδρομον καὶ εἴ τις σὺν αὐτοῖς ἄλλος
ζευχθήσεται, Οὐαλε[ν]-
τεῖνον καὶ Λαμπαδ[— — —]ν̣ον καὶ Μαῦ-
ρον Λαμπαδίου
65 καὶ Χρύσασπιν, Ἴουβαν καὶ Ἰνδόν,
Παλμάτον καὶ
Σούπερβον καὶ [—]ηιον, Βού-
βαλον Κην-
σοράπου, Ἔρεινα καὶ εἴ τινα
70 ἄλλον ἵπ-
πον ἔξ αὐτῶν μέλλει ἐλαύ-
νε[ι]ν,
καὶ εἴ τις ἄλλος ἵππος τού-
τοις μέλ-
75 λει συνζεύγνυσθαι
προ-
λαβέτωσαν, ἐπὶ νεί-
κην μὴ ἔλθωσιν.
Search Help