[ ] Italia — Roma — mid 2nd c. AD — IG XIV 1109
1    ἡ ∙ ἱερὰ ∙ ξυστικὴ ∙ σύνοδος ∙ τῶν
 περὶ ∙ τὸν ∙ Ἡρακλέα ∙ ἀπὸ καταλύσεως
ἐν ∙ τῇ ∙ βασιλίδι ∙ Ῥώμῃ ∙ κατοικούντων
Μ(άρκον) ∙ Οὔλπιον ∙ Δομεστικὸν ∙ διὰ ∙ βίου ∙ ξυστάρ-
5 χην ∙ καὶ ∙ ἀρχιερέα ∙ τοῦ ∙ σύμπαντος ∙ ξυστοῦ ∙ περιο-
δονείκην ∙ παράδοξον ∙ ἐπὶ ∙ βαλανείων ∙ Σεβαστοῦ,
τὸν ∙ ἑαυτῶν ∙ προστάτην ∙ καὶ ∙ αὐτὸν ∙ πρεσβεύσαντα
καὶ ∙ αἰτησάμενον ∙ τὸ ∙ τέμενος τῷ σύμπαντι ξυ-
στῷ ∙ τὴν ∙ τειμὴν ∙ ἀναθέντος ∙ Μεττίου ∙ Ἀμερίμνου
10          ἐπὶ ∙ ἀρχόντων
Λ(ευκίου) Οὐεννίου ∙ Ἀγριππιανοῦ ∙ καὶ ∙ Μ(άρκου) ∙ Μεττίου ∙ Ἀμερίμνου.
Search Help
Contact Us