[ ] Kalymna Isl. — Sanct. of Apollo — aft. mid-3rd c. BC
See also:
1 Ἀριστόφιλος Ἀριστοδώρου εἶπε· ἐπειδὴ Ἀρατόκριτος Ἀριστία, διαδεξάμενος τὰν παρὰ τ[ῶν]
γονέων εὔνοιαν, ἃν ἔχοντες διετέλεσαν ποτὶ τοὺς πολίτας, ἔν τε τοῖς λοιποῖς καιροῖ[ς ἀκο]-
λούθως τᾶι κήνων αἱρέσει πάντα πράσσων τὰ χρήσιμα διατετέλεκε τᾶι πατρίδι μετὰ π[ά]-
σ̣α̣ς̣ εὐνοίας, καὶ πολλάκις εἰς τὰ τοῦ δάμου συμφέροντα χρήματα ἐκ τῶν ἰδίων κ[αθ’ ἃ ἐ]δυ[νή]-
5 [σατ]ο εἰσευπόρηκε, ἐξ ὧν συμβαίνει πολλὰ τῶι δάμωι τῶν χρησίμων γεγενῆσθ[αι, καὶ] τ[ῶν]
[π]ο̣λιτᾶν πολλοῖς χρείας παρείσχηται, καὶ παραίτιος γεγένηται τοῖς μὲν αἰχμαλ̣ώ̣τ̣ο̣ι̣ς̣ γε[νη]-
θεῖσιν εἰς τὰν πατρίδα ἐπανελθεῖν, τοῖς δὲ τὰ ἴδια ἐπανορθώσασθαι διὰ τὰν αὐτοῦ πο[τὶ]
[πάν]τας εὐχαριστίαν, νῦν τε τὰν αὐτὰν αἵρεσιν ἔχων καὶ προαιρεύμενος τὸ ἱερὸν το[ῦ]
[Ἀπό]λλωνος τοῦ Δαλίου ἐπικοσμεῖν καὶ τὰν πατρίδα εἰς ἐπιφάνειαν ἄγειν, ὅπως τοὶ μο[υσι]-
10 κ̣ο̣ὶ̣ κ̣αὶ χορικοὶ ἀγῶνες συντελῶνται τοῖς τε θεοῖς καὶ τοῖς εὐεργέταις καθὰ καὶ ὁ δᾶμος̣ [προ]-
αιρεῖται, αἰτεῖται τόπον ποτὶ τῶι θεάτρωι, ὅς ἐστι ἐν τῶι ἱερῶι τοῦ Ἀπόλλωνος, ὥστε σκα̣νὰ[ν καὶ]
προσκάνιον κατασκευάξαι τῶι θεῶι, πάσαν ἐντελῆ τὰν οἰκοδομίαν καὶ τὰν σύμφραξιν ὑφι[στάμε]-
νος, ἐξ ὧν συμβαίνει δαπάναν ἀξιόλογον αὐτὸν ἐκ τῶν ἰδίων ἀναλίσκειν εἰς τὰν τᾶς [σκα]-
νᾶς καὶ <τοῦ> προσκανίου κατασκευάν, δεδόχθαι τᾶι βουλᾶι καὶ τῶι δάμωι· ἐπαινέσαι Ἀρατόκρι[τον]
15 Ἀριστία ἀρετᾶς ἕνεκε καὶ εὐνοίας ἃν ἔχει ποτὶ πάντας τοὺς πολίτας καὶ δόμεν αὐτῶι τ[ὸν τό]-
πον τὸν ποτὶ τῶι θεάτρωι ὃν αἰτεῖται· δεδόσθαι δὲ αὐτῶι καὶ ἀναγραφὰν τοῦδε τοῦ ψαφίσματος [ἐπὶ]
τᾶς σκανᾶς ἃν ἀνατίθητι, καὶ ἄλλαν ἀναγραφὰν τᾶς ἀναθέσεως ἐπὶ τοῦ προσκανίου τάν[δε]·
Ἀρατόκριτος Ἀριστία τὰν σκανὰν καὶ τὸ προσκάνιον στεφαναφορήσας Ἀπόλλωνι Δ[αλίωι].
Search Help
Contact Us