[ ] Kalymna Isl. — Sanct. of Apollo — bef. mid-3rd c. BC
See also:
1 ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δά-
μωι, γνώμα προστατᾶν· ἐπειδὴ
Πραξιφάνης Κρατίδα ἐπελθὼν
ἐπί τε τὰν βουλὰν καὶ τὸν δᾶ-
5 μον ἐμφανίζει Θεόγνητον Ἀν-
τιβίου Λαμψακηνὸν εὔνουν ἦ-
μεν τῶι δάμωι τῶι Καλυμνίων
καὶ τοῖς ἐντυνχάνουσι τῶν
πολιτᾶν χρείας παρεχόμενο<ν>
10 πᾶσιν ἀπροφασίστως κατὰ δύ-
ναμιν τὰν αὐτοῦ οὐθὲν ἐν-
λείποντα προθυμίας, ὅπως οὖν
φαίνηται ὁ δᾶμος τιμῶν τοὺς
εὐεργετεῖν προαιρουμένους
15 αὐτὸν καὶ τοὶ αἱρούμενοι τὰς
χρείας παρέχεσθαι τῶι δάμωι
τῶι Καλυμνίων εἰδῶντι ὅτι ὑπαρ-
ξεῖ αὐτοῖς πάντα τὰ τίμια παρὰ
τοῦ πλήθους τοῦ Καλυμνίων κα-
20 τὰ δύναμιν τὰν αὐτῶν, ἀγαθᾶι
τύχαι, δεδόχθαι τῶι δάμωι· πολί-
ταν ἦμεν Καλυμνίων Θεόγνη-
τον Ἀντιβίου Λαμψακηνὸν καὶ
αὐτὸν καὶ ἐγγόνους, μετέχον-
25 τας πάντων ὧνπερ καὶ τοὶ ἄλλοι
Καλύμνιοι. ἐπικλαρῶσαι δὲ αὐ-
τὸν καὶ ἐπὶ φυλὰν καὶ δᾶμον·
τοὺς δὲ προστάτας ἀναγράψαι
τόδε τὸ ψάφισμα εἰς στάλαν λι-
30 θίναν καὶ θέμεν εἰς τὸ ἱερὸν τοῦ
Ἀπόλλωνος· τᾶς δὲ ἀναθέσεως
καὶ τᾶς ἀναγραφᾶς ἐπιμεληθῆ-
μεν Πραξιφάνη Κρατίδα· ἐπε-
κλαρώθη ἐπὶ φυλὰν καὶ δᾶμον·
35 ἔλαχε φυλᾶς Κυδρηλείων,
δάμου Ἀμφιπετρᾶν.
Search Help
Contact Us