[ ] Kos Isl. — Asklepieion — ca. 195 BC?
See also:
[— — — — — — — — — — — — — — — — — — — — — — —]
1 [ἔδοξε τᾶι βουλᾶι καὶ τῶι δάμωι, γνώμα π]ρ̣[οστατᾶν· περὶ]
[ὧν Δάλιοι ψάφισμ]α κ̣[αὶ πρεσβευτὰν ἀ]ποσ̣[τείλαντες Κυν]-
θ̣ι̣ά[δαν?] ἀ̣ξιοῦντι τᾶν τιμᾶν αἷς τετιμ̣άκαν[τι Φί]λ̣[ι]π̣π̣ον
τὸν ἰατρὸν ἀναγόρευσίν τε δόμεν τῶν Ἀσκλαπι-
5 είων ἐν τῶι γυμνικῶι ἀγῶνι, καὶ ὅπως ὑπόμναμα ὑπάρχῃ
ἐς τὸμ πάντα χρόνον ἀναγράψαι τὸ ψάφισμα τᾶν τιμᾶ[ν]
ἐς στάλαν καὶ ἀναθέμεν ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ,
ἀκολούθως δὲ καὶ ὁ πρεσβευτὰς διελέγη τοῖς ἐν τῷ
ψαφίσματι γεγραμμένοις· ὅπως οὖν ὁ δᾶμος Δαλίοις
10 τε φαίνηται ὑπακούων τὰ ἀξιούμενα καὶ τοῖς αὑτοῦ
πολίταις ἐπὶ τοῖς διδομένοις αὐτοῖς τιμίοις ὑπὸ
τᾶμ πολίων συναδόμενός τε καὶ συνκατασκευά-
ζων ἐπιφανεῖς τὰς τιμάς· δεδόχθαι δόμεν αὐτοῖς̣
τὰν ἀναγγελίαν καθότι ἀξιοῦντι· τοὶ δὲ προσ-
15 τάται καὶ ὁ ἀγωνοθέτας ἐπιμεληθέντω τᾶς ἀνα-
γορεύσιος· μισθωσάντω δὲ καὶ τοὶ πωληταὶ ἀνα-
γράψαι τὸ ψάφισμα καθ’ ὅτι τετίμαται Φίλιππος
ὑπὸ Δαλίων ἐς στάλαν λιθίναν καὶ ἀναθέμεν
ἐς τὸ ἱερὸν τοῦ Ἀσκλαπιοῦ· τόπον δὲ ἀποδειξάντω
20 τοὶ προστάται· τὸ δὲ ἀνάλωμα τοὶ ταμίαι τελε-
σάντω ἀπὸ τῶν ἐς τὰ ὑπὸ πωλητᾶν ἔργα μισθού-
μενα· τὸν δὲ πρεσβευτὰν καλέσαι ἐπὶ ξένια ἐς τὸ
πρυτανεῖον, δόντω δὲ αὐτῶι καὶ τοὶ ταμίαι ἐς θυ-
σίαν ἀπὸ τῶν προπεπορισμένων χρημάτων
25 δραχμὰς      πεντήκοντα.
Search Help
Contact Us