1 | ὁ δᾶμος [ὁ Κῴων] |
ἀνέθηκεν Μιννίδα Πραύλου [τοῦ — — — —] | |
τοῦ Εὐδάμου φιλοπάτριδος δά[μου υἱοῦ] | |
φιλοκαίσαρος, ἱέριαν {²⁶ἱέρειαν}²⁶ Ἀσκλαπιοῦ [καὶ Ὑγιείας καὶ] | |
5 | Ἠπιόνας καὶ Ῥέας καὶ Δυώδε[κα Θεῶν καὶ Διὸς] |
Πολιέως καὶ Ἀθάνας Πολιά[δος καὶ τοῦ Σεβαστοῦ] | |
Καίσαρος, ἱερατεύσασαν δὲ Ἀπό[λλωνος Δαλίου] | |
καὶ Ἀπόλλωνος Καρνείου, τε[τιμαμέναν δὲ ὑπὸ τοῦ] | |
δάμου ταῖς μεγίσταις τιμα[ῖς καὶ εἰκόνι χαλκῇ, τε]- | |
10 | τιμαμέναν δὲ καὶ ὑπὸ τοῦ Σε[βαστοῦ Καίσαρος 〚τε〛]- |
〚τιμαμέναν〛 τιμαῖς μαρ[μαρίναις ἀρετᾶς ἕνεκα] | |
καὶ σωφροσύνας καὶ τᾶς [εἰς τοὺς θεοὺς πάντας] | |
εὐσεβίας {²⁶εὐσεβείας}²⁶ καὶ τᾶς περὶ τὸν [δᾶμον] | |
καλοκἀγαθί[ας]. |
Iscr. di Cos
EV 226