Proxeny decree for Nikomachos of Thessalonike. L-shaped base
of white marble.
[ ]
Boiotia — Oropos (Skala) — Amphiareion — ca. 240-180 BC — IG VII 295
1 | [ἄρχοντος ἐ]ν κοινῶι Βοιωτῶν Ἱππάρχου, ἐπὶ δὲ πό- |
[λεως Ἑρμο]δώρου, ἱερέως δὲ τοῦ Ἀμφιαράου | |
[Δημοστρά]του, vv Ἀρίστιππος Θεοξένου εἶπεν· | |
[ἐπειδὴ Νικ]όμαχος εὔνους ὢν διατελεῖ τεῖ | |
5 | [πόλει Ὠρωπ]ίων καὶ τῶν πολιτῶν τοῖς χρείαν |
[ἔχουσιν ἐν] παντὶ καιρῶι τὸ συμφέρον πράττει, | |
[δεδόχθαι τε]ῖ βουλῆι καὶ τῶι δήμωι· Νικόμαχον | |
[— — — — Μα]κεδόνα ἐκ Θετταλονίκης πρόξενον | |
[εἶναι τῆς π]όλεως Ὠρωπίων αὐτὸν καὶ ἐκγό- | |
10 | [νους καὶ εἶν]αι αὐτῶι γῆς καὶ οἰκίας ἔνκτησιν |
[καὶ ἀσφάλε]ιαν καὶ ἀσυλίαν καὶ πολέμου καὶ εἰ- | |
[ρήνης καὶ κ]ατὰ γῆν καὶ κατὰ θάλατταν καὶ τὰ ἄλ- | |
[λα πάντα ὑ]πάρχειν αὐτῶι καθάπερ καὶ τοῖς ἄλ- | |
[λοις προξέ]νοις καὶ εὐεργέταις γέγραπται. |