[ ]
Thrace — Perinthos-Herakleia (Marmara Ereğlisi) — 196-198 AD — Dumont-Homolle (1892) 382, 72c — IGR I 787
1 | ἀγαθῆι τύχηι· |
ὑπὲρ ὑγείας καὶ νίκης τοῦ κυρί- | |
ου ἡμῶν Αὐτοκράτορος κ<αὶ> αἰωνίου | |
διαμονῆς Λουκίου Σεπτιμίου Σε- | |
5 | βήρου Περτίνακος Ἀραβικοῦ Ἀδια- |
βενικοῦ καὶ Μάρκου Αὐρηλίου Ἀντω- | |
νίνου Καίσαρος καὶ τοῦ σύμ- | |
παντος οἴκου καὶ ἱερᾶς συγκλή- | |
του καὶ δήμου Ῥωμαίων καὶ βου- | |
10 | λῆς καὶ δήμου Περινθίων νεωκό- |
ρων, Μᾶρκος Ὥρου τὸν τελαμῶνα | |
τῷ Βακχείῳ Ἀσιανῶν ἐκ τῶν ἰδί- | |
ων ὑπὲρ τῆς εἰς αὐτὸν ἀεὶ τειμῆς | |
καὶ εὐνοίας ἀνέθηκεν ἡγεμο- | |
15 | νεύοντος Στατιλίου Βαρβάρου, |
ἱερομνημονοῦντος Πομπ<ω>νί- | |
ου Ἰουστινιανοῦ καὶ ἀρχιμ<υ>στοῦν- | |
τος Μαξίμου τοῦ Κλαυδίου, ἱερα- | |
τεύοντος Εὐτύχους Ἐπικτήτου· | |
20 | εὐτυχεῖτε. |