[ ] Makedonia (Mygdonia) — Thessalonike — 187 BC (or 186 BC) — IG X,2 1 3
1 π̣αρὰ Ἀνδρονίκου. vv τὸ διά-
γραμμα, ὃ ἀπέσσταλκα πρὸς
ὑ̣μᾶς, διαπέμψαντός μοι τοῦ βα-
σ̣ιλέως, περὶ τῶν τοῦ Σαράπιδος
5 χρημάτων, ἔγδοτε ἀναγράψα̣[ι]
εἰς στήλην λιθίνην καὶ ἀναθεῖν’
ἐν τῶι ἱερῶι, ὅπως εἰδῶσιν οἱ
π̣ρὸς τούτοις ὄντες ὡς κρίνει γίνε-
σθαι. v ἔτ(ους) v εʹ v καὶ λʹ, Δαισίου v ιεʹ.
10 διάγραμμα, ὃ ἔθηκεν βασιλεὺς
Φίλιππος. v τῶν δὲ τοῦ Σαράπιδο̣ς
χ̣ρημάτων μηθεὶς ἀπαλλοτριούτω
μηθὲν κατὰ μηθένα τρόπον μηδὲ ὑ-
ποτιθέτω μηδὲ τῶν ἄλλων ἀναθη-
15 μάτων μηδὲ γραφέτω περὶ τού-
τ̣ων ψήφισμα μηθείς. ἐὰν δέ τις ποι-
ή̣σ̣ῃ τι τῶν ἀπηγορευμένων, ἔνοχος
[ἔστ]ω τοῖς ἐπιτίμοις τῆς φωρᾶς καὶ
[τὸ ἀπα]λλοτριωθὲν ἐκ τῶν ὑπαρχόν-
20 [των] α̣ὐτοῦ πραχθὲν εἰς τὸ ἱερὸν
[ἀποκ]ατασταθήτω. ὁμοίως δὲ μὴ
[οἱ θη]σ̣αυροὶ τοῦ θεοῦ ἀνοιγέσθωσαν
[ἄνευ] τοῦ ἐπιστάτου καὶ τῶν δικα-
[στῶν] μηδὲ τὰ ἐκ τούτων χρήματα̣
25 [ἀναλι]σκέσθωσαν ἀλόγως, ἀλλὰ
[μετὰ] τ̣ῆς τούτων γνώμης· εἰ δὲ μή,
[ὁ ποιή]σας τι τούτων ἔνοχος ἔστω
[τοῖς α]ὐτοῖς ἐπιτίμοις. vacat
Search Help
Contact Us