[ ] Rhodos Isl. — Rhodos — 1st c. BC
1    Φιλοκράτευς Ἰλιέως
     ὧι ἁ ἐπιδαμία δέδοται
 τετιμαμένου ὑπὸ Ἰσιαστᾶν ἐρανιστᾶν
  κοινοῦ κατὰ τὸ ψάφισμα τὸ Δεξαγόρα
5  καὶ τετιμαμένου ὑπὸ συνθυτᾶν
    Ῥοδιαστᾶν ἐπιδαμιαστᾶν
 καὶ ἐστεφανωμένου ὑπὸ Ἑρμαϊστᾶν
  Θεσμοφοριαστᾶν χρυσέωι στεφάνωι
 καὶ ἐστεφανωμένου ὑπὸ Ματίων κτοινετᾶν
10  ἐρανιστᾶν Φιλοκρατείων χρυσέωι στεφάνωι
καὶ ἐστεφανωμένου ὑπὸ Καμιρέων
         θαλλοῦ στεφάνωι
      καὶ κεχοραγηκότος τρίς·
       καὶ τᾶς γυναικὸς αὐτοῦ
15     Ἑρμορόδης Ἑρμογένευς
           Σελγίδος.

For AI assistants: an MCP server for these inscriptions, with texts by reference and search of the whole corpus, is at epigraphy-mcp.packhum.org.

Search Help
Contact Us
For AI assistants