[ ] Rhodos Isl. — Rhodos — undated
1 ἐπ’ ἰερέως Θευφάνευς, ἀρχερανιστᾶ
Μενεκράτευς Κιβυράτα, Ὑακινθίου
ἕκται ἐξ ἰκάδος, [τοίδ]ε τῶν ἐρανισ-
τᾶν ἐπανγείλα[ντο] εἰς τὰν ἀνοι-
5 κοδομὰν τοῦ τοίχου καὶ τῶν μνα-
μείων τῶν πεσόντων ἐν τῶι σεισμῶι·
Μενεκράτης Κιβυράτας ἀνοικοδομήσειν τὸν τοῖχον
καὶ τὰ μναμεῖα τοῖς ἰδίοις ἀναλώμασι. τὸ δὲ πεσὸ[ν]
ἀργύριον ἐκ τᾶν ἐπανγελιᾶν ὑπάρξει τῶι κοινῶι.
10 [ὁ δεῖνα — — — — —]υδος δ(έκα)
[— — — — — — — — — — — —]
Search Help
Contact Us