[ ] Att. — init. s. III a.
1 Νικίας
Νικίου
Ἐρετριεύς.
σῆμα τόδ’ ἐν κενεᾶι κεῖται χθονί, σῶμα γὰρ ἕδρα
5 Ὠρείου κρύπτει πυρκαιὴ φθιμένου,
τὸν δ’ ἔτι παπταίνοντ’ ἐπὶ γούνασι παῖδα δεδορκώς,
Ἅιδης ὧι σκοτίας ἀμφέβαλεν πτέρυγας.
ἡ δ’ ὁσίαν στέρξασα λέχους Κύπριν εὔξατο ἄμμιν
χῶμα καὶ ἐν ξεστῶι γράμμ’ ἐτύπωσε πέτρωι.
10 δηλοῖ δ’ οὔνομα πατρὸς ἐμὸν θ’ ὅδε τύμβος, ὁδῖται·
ἀλλ’ ἴτε τέρμ’ ἀγαθῆς τ’ ἐξανύοιτε τρίβου.
                vacat 0.12
Search Help