| 1 | Πό [Αἴ]λιος Φαῖδρος Σουνιεὺς υἱὸς τοῦ ἐξ Εὐπατριδῶν ἐξηγητοῦ καὶ ἱερονείκου καὶ ξυστάρχου Αἰλίου Θεοφίλου τοῦ |
| Πι[στοτ]έλους Σουνιέως καὶ Κεκροπίας τῆς Ἀθηνίωνος Φαληρέως τοῦ διὰ βίου περιηγητοῦ θυγατρός. | |
| Κεκροπία μὲν ἐμοὶ σαόφρων πέλει, ὦ ξένε, μήτηρ | |
| ξυνὸν γῆς πατρίας οὔνομ’ ἐνεγκαμένη· | |
| 5 | [ἐ]κ δὲ πατρὸς γενόμην μεγακύδεος ἐν Κεκρόπεσσι |
| Θεοφίλου, πρόγονοις καὶ γένει Εὐπατρίδου· | |
| [οἷς τεκέ]ων καὶ πρὶν μὲν ἀνήρπασεν ἄγριος αἶσα | |
| [τερπνῶν π]αρθενικὴν ἄνθος Ἀθηναίδα, | |
| ἀμφὶ δ’ ἐμεῦ καὶ δῆμος ἅπας ἐδάκρυσεν Ἀθήνης | |
| 10 | εἵνεκεν ἡλικίας τ’ ἠδὲ σαοφροσύνης |
| καὶ κάλλευς μελέων ἀνδρηίου. ὥς τε μάλιστα | |
| παιδείᾳ πινυτῇ καὶ σοφίῃ μελόμην. | |
| δάκρυα δ’ οὐ ψύχει γενέτης ἐμὸς οἰκτρὸς ὀλέσσας | |
| εὐφροσύνην βιότου καὶ χέρα γηροκόμον. | |
| 15 | μέτρον μοι ζωῆς ἔτη εἴκοσιν, οὔνομα Φαῖδρος, |
| χήρας Λευκείας λέκτρ’ ἀλόχου λιπόμην· | |
| κούρην δ’ ἣν τέκομεν, γεραροὶ κομέουσι τοκῆες | |
| βαιὴν ἀντὶ τόσης, δύσμοροι, ἀγλαίης. |
IG II²
7447