[ ] Att. — med. s. IV a.
1 πλεῖστομ μὲν καὶ ζῶσα [τ]ρό-
πων σῶν ἔσχες ἔπαινον, |
Λυσάνδρου Πιθέως
Ἀρχεστράτη ἔγγονε, καὶ νῦ[ν] |
5 [λ]είπεις σοῖσι φίλοισι μέγαν πόθον,
ἔξοχα δ’ αὑτῆς | ἀνδρί, λιποῦσα φάος
μοιριδίωι θανάτωι. |
7a        vac. 0.020
8 εὐσεβῆ ἀσκήσασα βίον
καὶ σώφρονα θνήισκω, | ἡνίκα
10 μοι βιότου μόρσιμον ἦλθε τέλος. |
10a        vac. 0.020
11 πένθος μητρὶ λιποῦσα κασιγνή-
τωι τε πόσει τε | παιδί τ’ ἐμῶι
θνήισκω καί με χθὼν ἥδε καλύ-
πτει ⋮ ἣ πᾶσιν κοινὴ τοῖς ἀπογιγνο-
15 μένοις· | εἰμὶ δὲ Λυσάνδρου
Πιθέως Ἀρχεστράτη ἥδε. |
Search Help
Contact Us