[ ]
Att. — med. s. IV a.
1 | πλεῖστομ μὲν καὶ ζῶσα [τ]ρό- |
πων σῶν ἔσχες ἔπαινον, | | |
Λυσάνδρου Πιθέως | |
Ἀρχεστράτη ἔγγονε, καὶ νῦ[ν] | | |
5 | [λ]είπεις σοῖσι φίλοισι μέγαν πόθον, |
ἔξοχα δ’ αὑτῆς | ἀνδρί, λιποῦσα φάος | |
μοιριδίωι θανάτωι. | | |
7a | vac. 0.020 |
8 | εὐσεβῆ ἀσκήσασα βίον |
καὶ σώφρονα θνήισκω, | ἡνίκα | |
10 | μοι βιότου μόρσιμον ἦλθε τέλος. | |
10a | vac. 0.020 |
11 | πένθος μητρὶ λιποῦσα κασιγνή- |
τωι τε πόσει τε | παιδί τ’ ἐμῶι | |
θνήισκω καί με χθὼν ἥδε καλύ- | |
πτει ⋮ ἣ πᾶσιν κοινὴ τοῖς ἀπογιγνο- | |
15 | μένοις· | εἰμὶ δὲ Λυσάνδρου |
Πιθέως Ἀρχεστράτη ἥδε. | |