IG II² 6626
[ ] Att. — post med. s. IV a.
           in epistylio:
1 Μακαρεὺς Λακιάδης. Ἀρχέβιος.
1a            in basi:
2 εἴ σε τύχη προὔπεμψε καὶ ἡλικίας ἐπέβησεν,
ἐλπίδι γ’ ἦσθα μέγας τῶι τε δοκεῖμ, Μακαρεῦ,
ἡνίοχος τέχνης τραγικῆς Ἕλλησιν ἔσεσθαι·
5 σωφ[ρ]οσύνει δ’ ἀρετῆ[ι] τε οὐκ ἀκλεὴς ἔθανες.
Search Help
Contact Us