[ ]
Att. — stoich. 52 — 418/7 a.
1 | θεοί· |
[ἔ]δοχσεν τε͂ι βολε͂ι καὶ το͂ι δέμοι· Πανδιονὶς ἐπρυτάνευε, Ἀριστόχ- | |
[σ]ενος ἐγραμμάτευε, Ἀντιοχίδες ἐπεστάτει, Ἀντιφο͂ν ἐ͂ρχε, Ἀδόσιο- | |
[ς ε]ἶπε· ἐ͂ρχσαι τὸ ℎιερὸν το͂ Κόδρο καὶ το͂ Νελέος καὶ τε͂ς Βασίλες κ[α]- | |
5 | ὶ μισθο͂σαι τὸ τέμενος κατὰ τὰς συνγραφάς. οἱ δὲ πολεταὶ τὲν ἐ͂ρχσ[ι]- |
ν̣ ἀπομισθοσάντον. τὸ δὲ τέμενος ὁ βασιλεὺς ἀπομισθοσάτο κατὰ [τ]- | |
ὰς χσυνγραφὰς, καὶ τὸς ὁριστὰς ἐπιπέμφσαι ὁρίσαι τὰ ℎιερὰ ταῦτα, | |
ὅπος ἂν ἔχει ὁς βέλτιστα καὶ εὐσεβέστα<τα>. τὸ δὲ ἀργύριον ἐς τὲν ἐ͂ρχ- | |
σιν ἀπὸ το͂ τεμένος εἶναι. πρᾶχσαι δὲ ταῦτα πρὶν ἢ ἐχσιέναι τένδε | |
10 | τὲν βολέν, ἢ εὐθύνεσθαι χιλίασι δραχμε͂σι ἕκαστον κατὰ τὰ εἰρε- |
μένα v Ἀδόσιος εἶπε· τὰ μὲν ἄλλα καθάπερ τε͂ι βολε͂ι, ὁ δὲ βασιλεὺς μ- | |
[ι]σθοσάτο καὶ οἱ πολεταὶ τὸ τέμενος το͂ Νελέος καὶ τε͂ς Βασίλες κα- | |
[τ]ὰ τὰς χσυνγραφὰς εἴκοσι ἔτε· τὸν δὲ μισθοσάμενον ἐ͂ρχσαι τὸ ℎιε- | |
[ρ]ὸν το͂ Κόδρο καὶ το͂ Νελέος καὶ τε͂ς Βασίλες τοῖς ἑαυτο͂ τέλεσιν· ὁπ- | |
15 | [ό]σεν δ’ ἂν ἄλφει μίσ[θ]οσιν τὸ τέμενος κατὰ τὸν ἐνιαυτὸν ἕκαστον, κ- |
αταβαλλέτο τὸ ἀργύριον ἐπὶ τε͂ς ἐνάτες πρυτανείας τοῖς ἀποδέκ- | |
ται[ς], οἱ δὲ ἀποδέκται τοῖς ταμίαισι το͂ν ἄλλον θεο͂ν παραδιδόντον | |
[κ]ατὰ τὸν νόμον· ὁ δὲ βασιλεὺς ἐὰν μὲ ποιέσει τὰ ἐφσεφισμένα ἒ ἄλλ- | |
ος τις οἷς προτέτακται περὶ τούτον ἐπὶ τε͂ς Αἰγείδος πρυτανεί- | |
20 | ας, εὐθυνέσθω μυρίεσι δραχμε͂σιν. τὸν δὲ ἐονεμένον τὲν ἰλὺν ἐκκο- |
μίσασθαι ἐκ τε͂ς τάφρο ἐπὶ τε͂σδε τε͂ς βολε͂ς ἀποδόντα τὸ ἀργύριον | |
το͂ι Νελεῖ ὅσο ἐπρίατο· ὁ δὲ βασιλεὺς ἐχσαλεψάτο τὸν πριάμενον τ- | |
ὴν ἰλύν, ἐπειδὰν ἀποδο͂ι τὲμ μίσθοσιν· τὸν δὲ μισθοσάμενον τὸ τέμ- | |
ενος καὶ ὁπόσο ἂν μισθόσεται ἀντενγραφσάτο ὁ βασιλεὺς ἐς τὸν τ- | |
25 | οῖχον καὶ τὸς ἐγγυετὰς κατὰ τὸν νόμον ὅσπερ κεῖται το͂ν τεμενο͂ν. |
τὸ δὲ φσέφισμα τόδε, ὅπος ἂν ἐ͂ι εἰδέναι το͂[ι] βολομένοι, ἀναγράφσα- | |
ς ὁ γραμματεὺς ὁ τε͂ς βολε͂ς ἐν στέλει λιθίνει καταθέτο ἐν το͂ι Νελεί- | |
οι παρὰ τὰ ἴκρια· οἱ δὲ κολακρέται δόντον τὸ ἀργύριον ἐς ταῦτα vv | |
μισθο͂ν δὲ βασιλέα τὸ τέμενος το͂ Νελέος καὶ τε͂ς Βασίλες κατὰ | |
30 | τάδε· τὸν μισθοσάμενον ἐ͂ρχσαι μὲν τὸ ℎιερὸν το͂ Κόδρο καὶ το͂ Νελέ- |
ος καὶ τε͂ς Βασίλες κατὰ τὰς χσυνγραφὰς ἐπὶ τε͂ς βολε͂ς τε͂ς εἰσιόσ- | |
ες, τὸ δὲ τ[έ]μ̣ενο[ς] το͂ Νελέος καὶ τε͂ς Βασίλες κατὰ τάδε ἐργάζεσθαι· | |
φυτεῦσαι φυτευτέρια ἐλαο͂ν μὲ ὄλεζον ἒ διακόσια, πλέονα δὲ ἐὰν β- | |
όλεται, καὶ τε͂ς τάφρο καὶ το͂ ὕδατος κρατε͂ν το͂ ἐγ Διὸς τὸν μισθοσά- | |
35 | μενον, ὁπόσον ἐντὸς ῥεῖ το͂ Διονυσίο καὶ το͂ν πυλο͂ν ἑ͂<ι> ἅλαδε ἐ[χ]σελα- |
ύνοσιν οἱ μύσται καὶ ὁπόσον ἐντὸς τε͂ς οἰκίας τε͂ς δεμοσίας καὶ τ- | |
ο͂ν πυλο͂ν αἳ ἐπὶ τὸ Ἰσθμονίκο βαλανεῖον ἐκφέροσι· μισθο͂ν δὲ κατὰ | |
εἴκοσι ἐτο͂ν. |