[ ]
Att. — stoich. 21 — 421/0 a.
1 | Προκλέες Ἀτάρβο Εὐον- |
υμ<ε>ὺς <ἐ>γραμμάτευε. | |
ἔδοχσεν τε͂ι̣ βολε͂ι καὶ το͂ι | |
δέμοι· ℎιπποθοντὶς ἐπρυτ- | |
5 | άνευε, Προκλε͂ς ἐγραμμάτε- |
υε, Τιμίας ἐπεστάτε, Ἀριστ- | |
ίον ἐ͂ρχε, Θρασυκλέες εἶπε· | |
ἐπαινέσαι Ἀστέαν τὸν Ἀλε- | |
όν, ℎότι εὖ ποεῖ Ἀθεναίος κ̣- | |
10 | αὶ ἰδίαι καὶ δεμοσίαι τὸν ἀ- |
φικνόμενον καὶ νῦν καὶ ἐν | |
το͂ι πρόσθεν χρόνοι, καὶ ἀν- | |
αγραφσάτο πρόχσενον καὶ | |
εὐεργέτεν Ἀθεναίον καθά- | |
15 | περ Πολύστρατον τὸν Φλει- |
άσιον ἐστέλει λιθίνει ὁ γ- | |
ραμματεὺς ℎο τε͂ς βολε͂ς κα- | |
ὶ καταθέτο ἐν πόλει· τὸ δὲ ἀ- | |
ργύριον δόντον ℎ<ο> κολακρ- | |
20 | έται. |
vacat 0.03 |