IG XII,9 1243
[ ] Euboia — Karystos — forgery?
1      θεοί·
Θεόδοτος Ξείνιδος εἶπεν·
ἐπειδὴ Αἰσχρίων Ἀγησιλά-
ου Μιλήσιος ἀνὴρ ἀγαθός ἐ-
5 στι περὶ τὸν δῆμον τὸν Καρ-
υστίων ἐπαινέσαι αὐτὸν κ-
αὶ πρόξενον καὶ εὐεργέτην
καὶ αὐτὸν καὶ τοὺς ἐκγόν-
ους· ἀναγράψαι δὲ καὶ ἐν στ-
10 ήληι λιθίνηι τὴν προξενί-
αν καὶ στῆσαι ἐν τῶι τοῦ Ἀπ-
όλλωνος ἱερῶι καὶ εἶναι α-
ὐτοῖς πρόσοδον πρὸς τὴν β-
ουλὴν καὶ τὸν δῆμον πρώτω-
15 ι μετὰ τὰ ἱερά.
Search Help
Contact Us