[ ]
Euboia — Chalkis, area of — Politika — 2nd c. AD — cf. IG XII, Suppl. 196,1179
| 1 | χαῖρον ἐγὼ λοετροῖσι καὶ |
| εἰσέτι τοῖσδ’ ἐσορῶμαι | | |
| Ἀμφικλέης ∶ χώρου | |
| δεσπόσυνος φιλίου. | | |
| 5 | ναὶ μὴν καὶ γένεος φερε- |
| κυδέος ἐξ ὑπάτων με | | |
| δέρκεο ∶ Πειεριδῶν ❦ | |
| οὔποτε λησάμενον· | | |
| κρατὶ δ’ ἐπῃώρηντ’ ὄπι- | |
| 10 | θεν κομόωσαι ἔθειραι· | |
| οὐ γὰρ ἕκερσ’ ἥβα, ἀλ- | |
| λὰ πότμος προλαβών. | |
| 12a | {²membrum}² |
| 13 | προαγορεύω τοῖς κατὰ τὸν χῶρον τόνδε· |
| ἐπικατάρατος ὅστις μὴ φείδοιτο | |
| 15 | κατὰ τόνδε τὸν χῶρον τοῦδε |
| τοῦ ἔργου καὶ τῆς εἰκόνος τῆς | |
| εἱδρυμένης, ἀλλὰ ἀτειμάσει | |
| ἢ μεταθήσει ὅρους ἐξ ὅρων | |
| ἢ ὑβρίσει μιάνας ∙ ἢ αἰκίσεται | |
| 20 | ἢ θραύσει ∙ ἤ τι μέρος ∙ ἢ σύμπαν |
| ἢ εἰς γῆν ἀνατρέψει ∙ καὶ κατα- | |
| σκεδάσει ∙ καὶ ἀμαυρώσει ∙ τοῦ- | |
| τόν τε θεὸς πατάξαι ἀπορίᾳ ∙ καὶ | |
| πυρετῷ ∙ καὶ ῥίγει ∙ καὶ ἐρεθισμῷ | |
| 25 | καὶ ∙ ἀνεμοφθορίᾳ ∙ καὶ παραπλη- |
| ξίᾳ ∙ καὶ ἀορασίᾳ ∙ καὶ ἐκστάσει δια- | |
| νοίας ∙ καὶ εἴη ἀφανῆ τὰ κτήμα- | |
| τα αὐτοῦ ∙ μὴ γῆ βατὴ ∙ μὴ θά- | |
| λαττα πλωτή ∙ μὴ παίδων γο- | |
| 30 | νή ∙ μηδὲ οἶκος αὔξοιτο ∙ μηδὲ |
| καρπῶν ἀπολαύοι ∙ μηδὲ οἴκου, | |
| μὴ φωτός ∙ μὴ χρήσεως ∙ μηδὲ | |
| κτήσεως ∙ ἐπισκόπους δὲ ἔχοι | |
| Ἐρεινύας· | |
| 35 | εἰ δέ τις εὐθετοίη ∙ καὶ τηροίη |
| καὶ συμφυλάττοι, τῶν λῴων | |
| ἀπολαύοι ∙ εὐλογοῖτό τε ἐν | |
| παντὶ δήμῳ, καὶ πληθύοι αὐ- | |
| τῷ οἶκος παίδων γοναῖς ∙ καὶ | |
| 40 | καρπῶν ἀπολαύσεσιν ∙ ἐπισκο- |
| ποίη δὲ Χάρις καὶ Ὑγεία. |