[ ] Euboia — Chalkis — ca. 169 BC
1                    ἐπὶ ἡγεμόνος Ἐπανδρίδου·
Μικυθίων Χαριδάμου εἶπεν· ἐπειδὴ Ἀρίστων Ἡρακλείδου Σολεὺς εὔνους ὑπάρχων διατελεῖ
τῶι δήμωι τῶι Χαλκιδέων καὶ πολλοῖς τῶν πολιτῶν χρήσ<ι>μος γίνεται, εἰς ἃ ἄν τις αὐτὸν
παρακαλῆι, ἐκπεμφθεὶς δὲ καὶ ὑπὸ τοῦ βασιλέως Πτολεμαίου τοῦ πρεσβυτέρου ἐπὶ τῆς
5 σιτικῆς δωρεᾶς τῆς ἀποσταλείσης Ῥωμαίοις καὶ παραγενόμενος εἰς τὴν ἡμετέραν
πόλιν τήν τε ἀναστροφὴν ἐποιήσατο ἐν τῆι ἐπιδημίαι ἀξίως τοῦ τε πέμψαντος
βασιλέως καὶ τῆς ἡμετέρας πόλεως, v δεδόχθαι τῆι βουλῆι πρόξενον εἶναι καὶ εὐερ-
γέτην τοῦ δήμου τοῦ Χαλκιδέων Ἀρίστωνα Ἡρακλείδου Σολῆ καὶ αὐτὸν καὶ ἐγγόνους
αὐτοῦ καὶ εἶναι αὐτοῖς γῆς καὶ οἰκίας ἔγκτησιν καὶ ἀσφάλειαν καὶ ἀσυλίαν καὶ πολέμου ὄντος
10 καὶ εἰρήνης καὶ τἆλλα ὑπάρχειν αὐτοῖς πάντα ὅσαπερ καὶ τοῖς ἄλ<λ>οις προξένοις καὶ εὐεργέταις
τοῦ δήμου τοῦ Χαλκιδέων γέγραπται.
Search Help
Contact Us