[ ]
Euboia — Chalkis — 2nd c. BC — cf. Addenda p.177
col. a.1 | {²columna a deest}² |
col. b.1 | [․․․․․․․c.18․․․․․․․ ἀρ]χ̣ῆς ἐκοινώνησεν τιμηθεὶς ἐν τοῖς προγεγραμ- |
[μένοις ὑπὸ τῶν ε]ὐεργετῶν Ῥωμαίων, ἀλλὰ καὶ τὴν ἐξαποστείλα- | |
[σαν πόλιν πάσης τι]μῆς ἠξίωσεν, ὅπως οὖν καὶ ὁ δῆμος φαίνηται τοῖς | |
[καλοῖς κἀγαθοῖς τῶν ἀ]νδρῶν τὰς καταξίας ἀποδιδοὺς χάριτας οἵ τε λοι- | |
5 | [ποὶ εἰδότες τὴν τῆ]ς πόλεως εὐχαριστίαν εἰς τοὺς εὐεργέτας ζηλωταὶ |
[γίνωνται τῶν ὁμοίω]ν, v ἀγαθῆι τύχηι δεδόχθαι τοῖς τε συνέδροις καὶ τῶι | |
[δήμωι ἐπαινέσαι Ἀρ]χένουν Χαρικλέους ἐπὶ τοῖς πεπραγμένοις ὑπ’ αὐτοῦ | |
[ἀγαθοῖς καὶ φιλαν]θρώποις καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι, στῆ- | |
[σαι δὲ αὐτοῦ καὶ εἰκ]όνα χαλκῆν ἐν τῶι ἐπιφανεστάτωι τῆς πόλεως τόπωι | |
10 | [καὶ ἐπιγράψαι τὴ]ν ἐπιγραφὴν ὅτι "ὁ δῆμος ἀνέθηκεν Ἀρχένουν Χαρικλέους |
[ἀρετῆς ἕνεκα] καὶ εὐνοίας τῆς εἰς ἑαυτόν". ποιήσασθαι δὲ καὶ τὴν | |
[ἀναγόρευσιν] τ̣οῦ στεφάνου ἐν τῶι ἀγῶνι τῶν Ῥωμαίων τῶι γυμνικῶι, | |
[ὃν τίθησι τὸ κ]οινὸν τῶν Εὐβοιέων· ἀναγορεύεσθαι δὲ τὸν στέφανον | |
col. c.1 | καὶ Διονυσίων ἐν τῆι συντελουμένηι πομπῆι καὶ θυσίαι, ποιου- |
μένου καθ’ ἕκαστον ἐνιαυτὸν τοῦ καθισταμένου ἱερέως τοῦ Διονύ- | |
σου τὴν τῆς ἀναγορεύσεως ἐπιμέλειαν ὅτι "ὁ δῆμος στεφανοῖ | |
Ἀρχένουν Χαρικλέους χρυσῶι στεφάνωι ἀρετῆς ἕνεκα καὶ εὐνοί- | |
5 | ας τῆς εἰς ἑαυτόν"· ἀναγράψαι δὲ τὸ ψήφισμα εἰς τὴν βάσιν τῆς εἰκόνος. |
χειροτονῆσαι δὲ καὶ ἄνδρας πέντε τοὺς ἐπιμελησομένους τῆς | |
τε κατασκευῆς καὶ ἀναθέσεως τῆς εἰκόνος καὶ τῆς ἀναγορεύσε- | |
ως τῆς ἐν τῶι ἀγῶνι τῶν Ῥωμαίων καὶ τῆς ἀναγραφῆς τοῦ ψηφίσμα- | |
τος· τὸν δὲ ταμίαν δοῦναι τὸ εἰς ταῦτα ἀνάλωμα, καθότι ἂν γρά- | |
10 | φωσιν οἱ κεχειροτονημένοι ἐπὶ ταῦτα. |
εἱρέθησαν v Πολύνικος Ἀρχένου, | |
Ἀρχένους Σωμήλου, Πολύνικος Πραξίου, | |
Ἀρχένους Πραξίου, Νίκων Νικομάχου. |