[ ] Euboia — Eretria — ca. 100 BC
wreath.1                    Ἰάσων.
below wreath.1 οἱ πρόβουλοι εἶπαν· ἐπειδὴ Ἐλπίνικος Νικομάχου
αἱρεθεὶς ὑπὸ τοῦ δήμου γυμνασίαρχος ἔν τε τοῖς
λοιποῖς τοῖς κατὰ τὴν ἀρχὴν ἐνδόξως ἀνεστρά-
φη, συνελθόντων διὰ τὴν φιλοτιμίαν αὐτοῦ
5 πλειόνων παίδων τε καὶ ἐφήβων καὶ τῶν ἄλ-
λων τῶν ὑπὸ τὴν ἀρχὴν πειπτόντων, προενοιήθη
τῆς εὐταξίας αὐτῶν, ἐμμονεύσας ἐν τῶι γυ-
μνασίωι δι’ ἐνιαυτοῦ· καὶ παρέσχεν ἐκ τοῦ ἰδίου
ῥήτορά τε καὶ ὁπλομάχον, οἵτινες ἐσχόλαζον
10 ἐν τῶι γυμνασίωι τοῖς τε παισὶν καὶ ἐφήβοις καὶ
τοῖς ἄλλοις τοῖς βουλομένοις τὴν ἀπὸ τῶν τοιού-
των ὠφελίαν ἐπιδέχεσθαι· ἐφρόντισεν δὲ καὶ τοῦ
ἐλαίου, ὅπως χαριέστατον ᾖ, τὴν εἰς ταῦτα δαπά-
νην ἐπιδεχόμενος ἰδίαι· ἔθηκεν δὲ καὶ δολίχους
15 πλείονας· συνετέλει δὲ καὶ θυσίαν καθ’ ἕκαστον
δόλιχον τῶι Ἑρμεῖ· τό τε διδόμενον ἆθλον ὑπὸ τ[οῦ]
δήμου τῶι νικήσαντι τὸν ἀπὸ τοῦ Ἡρακλείου δρ[ό]-
μον αὐτὸς προέθηκεν ἐκ τοῦ ἰδίου, τὸ δοθὲν ὑπὸ
τοῦ δήμου διάφορον ἀποδοὺς τῇ πόλει· καὶ τὸν τ<ῶι>
20 Ἡρακλεῖ τιθέμενον ἀγῶνα συντελέσας, τὴν
εἰς τὰ ἆθλα δαπάνην ἀνήλωσεν ἐκ τοῦ ἰδίου,
τὴν πᾶσαν φιλοτιμίαν ποιούμενος χάριν τῆς τῶν
πολλῶν εὐνοίας· ἔν τε τῆι πανηγύρει τῶν Ἀρτε-
μεισίων συνετέλει τὸ ἄλειμμα ἐκκ τοῦ ἰδίου, τὴν
25 δαπάνην ἐπιδεχόμενος οὐ μόνον εἰς τοὺς πο-
λίτας ἀλλὰ καὶ εἰς τοὺς λοιποὺς τοὺς εἰς τὴν πα-
νήγυριν παραγενομένους καὶ μετέχοντας τῶν
κοινῶν ξένους· τήν τε θυσίαν τῶι Ἑρμεῖ συντελῶν
ἐκάλεσεν ἐκ προγράμματος τούς τε πολίτας καὶ
30 Ῥωμαίων τοὺς παρεπιδημοῦντας, καὶ τοὺς μὲν τῶν κοι-
νῶν μετέχοντας τῆι τετράδι ἱσστίασεν, τῆι δὲ πέμ-
πτει καὶ ἑτέρους τῶν τε πολιτῶν καὶ ξένων πλήονας·
τόπον τε αἰτησάμενος τοὺς συνέδρους ἐν τῆι ἐξέδραι
τῆι ἐν τῶι ἐπικαμπίωι τῶι ἐν τῇ παραδρομίδι ἀνέθη-
35 κεν βάθρα λευκοῦ λίθου καὶ Ἑρμῆν, εἰς τὰ προειρημέ-
να δαπάνας ἐπιδεξάμενος πλήονας, βουλόμε-
νος τὴν ἰδίαν εὔνοιαν ἣν ἔχει πρὸς τὸν δῆμον ἀπο-
δείγνυσθαι· ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται εὐχάριστος
καὶ τιμῶν τοὺς ἀρετῆι διαφέροντας πολλοί τε δόξης
40 ἐπιθυμηταὶ γένωνται, δεδόχθαι τοῖς τε συνέδροις
καὶ τῶι δήμωι, ἐπαινέσαι Ἐλπίνικον Νικομάχου ἐπὶ τῆι
πρὸς τὸν δῆμον εὐνοίαι καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι·
ἀναγράψαι δὲ καὶ τόδε τὸ ψήφισμα εἰς στήλην λιθίνην καὶ
ἀναθεῖναι ἐν τῶι γυμνασίωι ἐν τῶι ἐπιφανεστάτωι τόπωι,
45 ὅπως ᾖ καὶ τοῖς ἐπιγινομένοις ἡ δόξα φανερὰ καὶ ἡ τοῦ δή-
μου τοῖς ἀγαθοῖς ἀνδράσι τιμή, καὶ πολλοὶ {ς} τῶν ὁμοίων γ[ί]-
νωνται ζηλωταί· ἑλέσθαι δὲ καὶ ἐπιστάτην ὅστις ἐπιμ[ε]-
λήσεται τῆς τε ἀναγραφῆς τῶν ἐψηφισμένων καὶ τῆ[ς]
ἀναθέσεως τῆς στήλης· εἱρέθη ἐπιστάτης Φιλοκλῆς ΝικοΛ̣[— —]
Search Help
Contact Us