[ ]
Euboia — Eretria — late 3rd c. BC
| 1 | Ἀντίφιλος Ἱππάρχου Πτεχῆθεν |
| εἶπεν· ἐπειδὴ Ἀριστόνους vacat | |
| vac. ἀνὴρ ἀγαθός ἐστι περὶ | |
| τὸν δῆμον τὸν Ἐρετριέων καὶ λέγω- | |
| 5 | ν καὶ πράττων ἀεὶ τὰ συμφέροντα |
| τῶι δήμωι, ἔδοξεν τεῖ βουλεῖ καὶ | |
| τῶι δήμωι εἶναι Ἀριστόνουν vacat | |
| vac. πρόξενον καὶ εὐεργέτην | |
| Ἐρετριέων αὐτὸν καὶ ἐκγόνους | |
| 10 | καὶ εἶναι αὐτῶι ἐν Ἐρετρίαι γῆς |
| καὶ οἰκίας ἔγκτησιν καὶ πρόσο- | |
| δον πρὸς τὴν ἀρχὴν καὶ τὴν | |
| βουλὴν καὶ τὸν δῆμον πρώτοι | |
| μετὰ τὰ ἱερὰ καὶ ἀτέλειαν ἁπάν- | |
| 15 | των εἰσάγοντι καὶ ἐξάγοντι, |
| καθάπερ τοῖς ἄλλοις Ἐρετριεῦ- | |
| σι, καὶ ἀσυλίαν καὶ ἀσφάλειαν | |
| καὶ πολέμου καὶ εἰρήνης καὶ | |
| κατὰ γῆν καὶ κατὰ θάλατταν. |