[ ]
Euboia — Eretria — early 3rd c. BC
| [ἐπειδὴ Ἀντίοχος Θεοδίκου Λαμψακηνὸς] | |
| [ἀνὴρ ἀγαθὸς ὢν διατελεῖ περὶ τὸν δῆμον τὸν] | |
| 1 | Ἐρετριέ[ων λέγων καὶ πράττων ἀεὶ τὰ συμ]- |
| φέροντα Ἐρετριεῦσιν, ἔδοξε [τῶι δήμωι] | |
| εἶναι Ἀντίοχον Θεοδίκου Λαμψα[κηνὸν] | |
| πρόξενον καὶ εὐεργέτην τοῦ δήμου [τοῦ Ἐρε]- | |
| 5 | τριέων αὐτὸν καὶ ἐκγόνους καὶ πρόσοδο[ν] |
| εἶναι αὐτοῖς πρὸς τὴν βουλὴν καὶ τὸν δῆμ[ον], | |
| ἐ̣άν τι βούλωνται, πρώτοις μετὰ τὰ ἱερὰ κα[ὶ] | |
| προεδρίαν ἐν τοῖς ἀγῶσιν· εἶναι δὲ καὶ ἔν- | |
| κτησιν γῆς καὶ οἰκίας αὐτοῖς καὶ ἀτέλειαν | |
| 10 | καὶ εἰσάγουσι καὶ ἐξάγουσι καθάπερ τοῖς ἄλ̣- |
| λοις Ἐρετριεῦσι· εἶναι δὲ καὶ ἀσφάλειαν καὶ ἀ- | |
| σ̣υλίαν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ εἰ- | |
| ρ̣ήνης καὶ πολέμου· ἀναγράψαι δὲ τόδε τὸ ψή- | |
| φισμα ἐν στήληι λιθίνηι καὶ στῆσαι ἐν τῶι | |
| 15 | [ἱ]ερῶι τοῦ Ἀπόλλωνος τοῦ Δαφνηφόρου. |