[ ] Euboia — Eretria — stoich. 23 — 302 BC
See also:
1 Δαμασίας Φανοκλείου Ἀφαρε-
ῦθεν εἶπεν· ἐπειδὴ Γλαύκιππ-
ος καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἱππο-
δάμας καὶ Ἀπολλώνιος ἄνδρε-
5 ς ἀγαθοὶ διατελοῦσιν ὄντε[ς]
περὶ τὸν βασιλέια Δημήτριο[ν]
καὶ τὸν δῆμον τὸν Ἐρετριείω-
ν καὶ περὶ τοὺς στρατευομέν-
ους τῶν πολιτῶν ἐν ταῖς ναυσ-
10 ὶν πολλὴν φιλοτιμίαν ποιο͂ν-
ται, ἔδοξεν τῶι δήμωι εἶναι {α}
αὐτοὺς προξένους καὶ εὐεργέ-
τας τοῦ δήμου τοῦ Ἐρετριείω-
ν Γλαύκιππον καὶ Ἱπποδάμαν-
15 τα καὶ Ἀπολλώνιον Διονυσίου
Ἀντιγονεῖς καὶ αὐτοὺς καὶ ἐγ-
γόνους καὶ εἶναι αὐτοῖς γῆς
καὶ οἰκίας ἔνκτησιν καὶ ἀτέ-
λειαν εἰσάγουσιν καὶ ἐξάγο-
20 υσιν καθάπερ τοῖς ἄλλοις Ἐρε-
τριεῦσιν καὶ ἀσυλίαν καὶ ἀσφ-
άλειαν καὶ εἰρήνης καὶ πολέ-
μου καὶ κατὰ γῆν καὶ κατὰ θάλ-
ατταν καὶ πρόσοδον πρὸς τὴν
25 βουλὴν καὶ τὸν δῆμον πρώτοις
μετὰ <τὰ> ἱερά, ἀναγράψαι δὲ τόδε
τὸ ψήφισμα ἐν στήληι λιθίνηι
καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀπ-
όλλωνος τοῦ Δαφνηφόρου.
30
Search Help
Contact Us