[ ]
Euboia — Eretria — ca. 300-250 BC
| epistyle.1 | [Ἀπ]ελλᾶι Κλαζομενίωι προξεν[ία]. |
| lower field.2 | οἱ πρόβουλοι καὶ οἱ στρατηγοὶ εἶπον· ἐ- |
| πειδὴ Ἀπελλᾶς Μνησιμάχου Κλαζο- | |
| μένιος ἀνὴρ ἀγαθός ἐστιν περὶ τὸν | |
| 5 | δῆμον τὸν Ἐρετριέων λέγων καὶ πράτ- |
| τ̣ων ἀεὶ τὰ συμφέροντα ἀεὶ Ἐρετριεῦ- | |
| σιν, ἔδοξεν τῶι δήμωι εἶναι Ἀπελ- | |
| λᾶν Μνησιμάχου Κλαζομένιον πρό- | |
| ξενον καὶ εὐεργέτην τοῦ δήμου | |
| 10 | τοῦ Ἐρετριέων αὐτὸν καὶ ἐκγόνους |
| καὶ πρόσοδον εἶναι αὐτοῖς πρὸς τὴν | |
| βουλὴν καὶ τὸν δῆμον, εἰάν τι δέ- | |
| ωνται, πρώτοις μετὰ τὰ ἱερὰ καὶ προ- | |
| εδρίαν ἐν τοῖς ἀγῶσιν, οἷ̣ς ὁ δῆμος | |
| 15 | τίθησιν· εἶναι δὲ αὐτοῖς καὶ ἔγκτη- |
| σιν γῆς καὶ οἰκίας καὶ ἀτέλειαν κα[ὶ] | |
| εἰσάγουσι καὶ ἐξάγουσιν καθά- | |
| περ τοῖς ἄλλοις Ἐρετριεῦσιν καὶ ἀσ- | |
| φάλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν | |
| 20 | καὶ κατὰ θάλατταν καὶ πολέμου |
| καὶ εἰρ<ή>νης οὔσης· ἀναγράψαι δὲ τό- | |
| δε τὸ ψήφισμα ἐν στήληι λιθίνηι | |
| καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀπό[λ]- | |
| λωνος τοῦ Δαφνηφόρου. |