[ ] Euboia — Eretria — ca. 300-250 BC
epistyle.1 [Ἀπ]ελλᾶι Κλαζομενίωι προξεν[ία].
lower field.2 οἱ πρόβουλοι καὶ οἱ στρατηγοὶ εἶπον· ἐ-
πειδὴ Ἀπελλᾶς Μνησιμάχου Κλαζο-
μένιος ἀνὴρ ἀγαθός ἐστιν περὶ τὸν
5 δῆμον τὸν Ἐρετριέων λέγων καὶ πράτ-
τ̣ων ἀεὶ τὰ συμφέροντα ἀεὶ Ἐρετριεῦ-
σιν, ἔδοξεν τῶι δήμωι εἶναι Ἀπελ-
λᾶν Μνησιμάχου Κλαζομένιον πρό-
ξενον καὶ εὐεργέτην τοῦ δήμου
10 τοῦ Ἐρετριέων αὐτὸν καὶ ἐκγόνους
καὶ πρόσοδον εἶναι αὐτοῖς πρὸς τὴν
βουλὴν καὶ τὸν δῆμον, εἰάν τι δέ-
ωνται, πρώτοις μετὰ τὰ ἱερὰ καὶ προ-
εδρίαν ἐν τοῖς ἀγῶσιν, οἷ̣ς ὁ δῆμος
15 τίθησιν· εἶναι δὲ αὐτοῖς καὶ ἔγκτη-
σιν γῆς καὶ οἰκίας καὶ ἀτέλειαν κα[ὶ]
εἰσάγουσι καὶ ἐξάγουσιν καθά-
περ τοῖς ἄλλοις Ἐρετριεῦσιν καὶ ἀσ-
φάλειαν καὶ ἀσυλίαν καὶ κατὰ γῆν
20 καὶ κατὰ θάλατταν καὶ πολέμου
καὶ εἰρ<ή>νης οὔσης· ἀναγράψαι δὲ τό-
δε τὸ ψήφισμα ἐν στήληι λιθίνηι
καὶ στῆσαι ἐν τῶι ἱερῶι τοῦ Ἀπό[λ]-
λωνος τοῦ Δαφνηφόρου.
Search Help
Contact Us