[ ] Euboia — Eretria — 294-288 BC — cf. Addenda p.176 — cf. IG XII, Suppl. 178,207
1 [— — — — — — — — — — — — — — — — — — — — — — — — — — —]ν[— — — — —]ιηλ[— — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — — — — — — — — —]ν Δαμασίας Παράμονο[ς — — — — —]
[— — — — — — — — — — — — — — — — —] Ἑ̣[ρ]μ̣[ό]φαντος Ἀπολλωνίδης Ἀριστίων· αἱρεῖσ[θαι]
[ἄνδρας — — οἵτινες παραγενήσονται εἰ]ς Χαλκίδα διαδώσοντες τὰ ἔργα τοῖς τεχνίτα[ις]
5 [μηνὸς Ἀπατουριῶνος ὡς Χαλκιδεῖς] ἄγουσι, ὡς δὲ Ἱστιαιεῖς Ἀρείου, ὡς δὲ Ἐρετριεῖς
[— — — — — — — — — — — — — — — — —] ὅρκος· ὀμόσαι δὲ τοὺς αἱρεθέντας ἔν τε τῆι ἰδίαι πό-
[λει — — — — — — — — — — καὶ ὅταν π]αραγένωνται εἰς Χαλκίδα τὸν αὐτὸν ὅρκον ἐπὶ τα̣
[— — — — — — — — — — — — — — τῶν τε]χνιτῶν τῶν ἐπανγελλομένων τοῖς ἀρίστοις κατ[ὰ]
[— — — — — — — — — — — — — — οὔτε χ]άριτος ἕνεκα οὔτε ἔχθρας οὐδεμιᾶς, καὶ δῶρα οὐ
10 [δέξομαι — — — — — — — — — — — — — —]λη τέχνηι οὐδὲ παρευρέσει οὐδεμιᾶι ἔφεξιν τῆ̣[ς]
[— — — — — — — — — — — — — — — — κ]αὶ τὸν Ἀπόλλω καὶ τὴν Δ[ή]μητρα καὶ τὸν Διόνυσον· [καὶ]
[εὐορκοῦντι μέν μοι εἴη τἀγαθά], ἐπιορκοῦντι δὲ τἀναντία. ὑπὲρ ἐργολαβι[ῶ]ν. ἐπειδὰν δὲ
[ὀμόσωσι, διδόντων τὰ ἔργα κηρ]ύ̣ξαντες καὶ ἐπανγείλαντες τοῖς τεχνίταις ἀπὸ τῆς εἰκάδος
[τοῦ Ἀπατουριῶνος μηνός· πεμ]<π>όντων δὲ αὐλητὰς τρεῖς, τραγωιδοὺς τρεῖς, εἰς δὲ Κάρυσ[τ]ον δύο
15 [— — — — — — — — — — — — —] τέτταρας καὶ χοροὺς παίδων τρεῖς καὶ ἀνδρῶν τρεῖς πλ̣ὴν εἰς τὸν χ[ο]-
[ρὸν τῶν — — — — — — — — —]ργον ὅστις παρέξει ἱμάτια τοῖς τραγωιδοῖς καὶ κωμωιδοῖς πάντα ὅσων
[ἂν προσδέωνται· καὶ ἐγγύους π]α̣ρ’ ἑκάστου τῶν τεχνιτῶν δεχέσθων ἀξιοχρέους πλὴν μὴ Εὐβοέας.
[ὑπὲρ θεωρῶν· πέμπειν δὲ τ]ὰς πόλεις εἰς τοὺς ἀγῶνας τῶν Διονυσίων καὶ Δημητριείων ἑλομένους θε-
[ωροὺς κομίζοντας τὸ κατὰ τ]ὸ ψήφισμα καλλιστεῖον, λαμβάνοντας ἀργύριον παρὰ τῆς ἰδίας πόλε-
20 [ως δραχμὰς — — — — — — κον]τ̣α καὶ συνπονπεύειν καὶ τἆλλα πάντα πράττειν κατὰ τὸν Εὐβοϊκὸν νό̣μο[ν].
[ὑπὲρ μισθοῦ· διδόναι δὲ πόλι]ν ἑκάστην νομίσματος Δημητριείου αὐλητεῖ δραχμὰς ἑξακοσίας, τραγωιδῶ̣[ι]
[Διονυσίων — —, Δημητριεί]ω̣ν ἀγῶνι {⁸100 dr.}⁸, κω̣[μ]οιδοῖς {⁸400 dr.}⁸, ἱματιομίσθει {⁸300 dr.}⁸· ὑπὲρ σιτηρεσίων· διδότω δὲ καὶ σιτη̣-
[ρέσιον ἑκάστη πόλις τοῖς τεχ]νίταις ἡμερῶν πέντε τῆς ἡμέρας ἑκάστης ἐννέ’ ὀβολοὺς καὶ τῶν ἐμβολίμων
[ἡμερῶν — — — — τοῖς δὲ διδασ]κάλοις τῶν τραγωιδῶν καὶ κωμωιδῶν ἡμερῶν δέκα, τοῖς δὲ τῶν κυκλίων χορ[ῶν]
25 [— — — — — — — — — — — — δρα]χμὰς εἴκοσι. ὑπὲρ τῶν ἀγώνων· γίνεσθαι δὲ τοὺς ἀγῶνας τῶν Διονυσίων ἐν Καρ[ύσ]-
[τωι μηνὸς — — — — — — ὡς Κα]ρύστιοι ἄγουσι ἀπὸ τῆς δωδεκάτης, ἔπειτα ἐν Ἐρετρίαι μηνὸς Ληναιῶνος ὡς Ἐρετ[ρι]-
[εῖς ἄγουσι ἀπὸ τῆς — — — —], ἔπειτα ἐν Χαλκίδι μηνὸς Ληναιῶνος ὡς Χαλκιδεῖς ἄγουσι ἀπὸ τῆς εἰκάδος, ἔπειτ̣[α]
[ἐν Ὠρεῶι — — ὡς Ἱστιαιε]ῖς ἄγουσι ἀπὸ τῆς ὀγδόης ἀπιόντος. ὑπὲρ ἐμβολίμων ἡμερῶν· ἐάν που προσδέωνται [— —]
[— — — — — — — — — —][μβ]ολίμων ἡμερῶν, ἐ[ξε]ῖ̣ν αὐτοῖς ἐνβαλέσθαι μέχρι ἡμερῶν τριῶν· ἄρχειν δὲ τοὺς αὐλητὰς α․․․․α
30 [— — — — — — — — — — τὸ]ν χορὸν εἰσάγειν, τοὺς δὲ τραγωιδοὺς τοὺς ἐργολαβήσαντας καταλ̣[είπ]ειν τοῖς α[ὐ]λη-
[ταῖς — — ἐπὶ τὴν — — — —]ιαν καὶ τοὺς χοροὺς τῶν ἀνδρῶν τραγωιδῶν τοῖς ὑποκριταῖς τὰ ἱμάτια νέα πα-
[ρέχειν — — — — — — — εἰσ]άγει· τοὺς δὲ χορηγοὺς τοὺς ἀποδεδειγμένους ἐν ταῖς πόλεσι δέχε[σ]θαί τε τοὺς τ[ε]-
[χνίτας — — — — — — — —] κ̣ατὰ τοὺς νόμους· [ὑ]πὲρ τῆς κρίσεως· ἐπειδὰν δὲ ὁ ἀγὼν γένηται, κρινόντων [οἱ κ]ριταὶ
[— — — — — — — — — — — — — — —]ους γράψαντες εἰς γρ[αμμ]ατεῖον καὶ θέντες εἰς τὸ φανερὸν π̣ρ̣[ὸ]ς τὸν ἀρ[χαῖον ν]α[ὸ]ν̣ ο̣[ὗ]
35 [— — — — — — — — — — — — — — — —]κ̣ κηρυ̣[σσέ]τω [τὰ ὀ]νόματα τῶν χορηγῶν ἐπὶ τοὺς τεχνίτας, ὁ δὲ [ἄ]ρχων [τοὺς] κεκριμένους
[— — — — — — — — — καὶ ὁ ποιητὴς] τοῦ δράματος νικάτω. ὑπὲρ Δημητριέων· εἰς δὲ τὰ Δημητρίεια τὰς ἐργολαβία̣ς γίν[εσ]θαι ἐν
[Χαλκίδι — — — — — — — — — — — —]ν̣εσθειαν ἀπὸ τῶν πόλεων, τὸν δὲ ἀγῶνα ποιούντων πρῶτον ἐν Ὠρεῶι τοῦ Δημητριῶνος μη[νὸς]
[ὡς Ἱστιαιεῖς ἄγουσι ἀπὸ τῆς — —]της ἱσταμένου, εἶτα ἐν Χαλκίδι το[ῦ Ἱπ]πιῶνος μηνὸς ὡς Χαλκιδεῖς ἄγουσι ἀπὸ τῆς [δωδ]εκάτης,
[εἶτα ἐν Ἐρετρίαι τοῦ — — — — ῶ]νος μηνὸς ὡς Ἐρετριεῖς [ἄγ]ουσ̣ι̣ν̣ ἀπ[ὸ] τῆς δεκάτης μετ’ εἰκάδας, ἔπειτα ἐν Καρύστωι τοῦ Βουφο̣ν̣[ι]-
40 [ῶνος μηνὸς ὡς Καρύστιοι ἄ]γ̣ο̣υ̣σι ἀπὸ τῆς ὀγδόης ἀπιόντος· εἶναι δὲ καὶ τῶν Δημητριε<ί>ων τὰς κρίσεις τῶν τεχνιτῶν ἐν ταῖς πόλεσιν ο-
[— — — — — — — — — — — —] κ̣α̣θ̣ά̣περ καὶ τοῖς Διονυσίοις [γέ]γραπται· Καρυστίους δὲ χρῆσθαι τοῖς τεχνίταις εἰς τὰ Ἀριστονίκ[ει]α.
[ὑπὲρ ζημιῶν· ἐὰν δέ τ]ινες τῶν τεχνιτῶν λίπωσι τῶν ἔργων τι τῶν ἐγδοθέντων, ἀποτινόντων ζημίαν τὸ διπλάσιον οὗ̣ ἂν̣
[λάβωσι τὸ ἔργον, ἡ δὲ π]ρᾶξις ἔστω {το} τοῦ τεχνίτου καὶ τοῦ ἐργολάβ[ου καὶ] τοῦ ἐγγύου καθ’ ἑκάστην πόλιν ἐν αἷς ἂν λίπωσιν, κ[αὶ]
[ἔστωσαν ἐντὸς] τῆς Εὐβοίας ἀγώγιμοι καὶ αὐτοὶ καὶ ὅσ’ ἂν ἔχοντες δια[πορε]ύωνται δι’ Εὐβοίας στερέσθων πάντων, ἕως ἂν [ἐκ]-
45 [τείσωσι τ]ὴν ζημίαν καθὰ γέ[γ]ραπται· τὸ δ’ εἰσπραττόμενον ἀργύριον ἀ[πὸ <τῶν> λι]πόντων ἔστω ἱερὸν τοῦ Διονύσου ἐν τεῖ πόλει, ἧι ἂν τ[ὸ]
[ἔργον ἦι], ὅσα δ’ ἂν ἔχοντες διαπορεύωνται, τὰ μὲν ἡμίσεα τοῦ ἀ[φ]ελό[ντος] ἔστω, τὰ δὲ ἡμίσεα τῆς πόλεως, ἐξ ἧς ἂν ὁ ἀφελόμε̣-
[νος ἦι]· ἐὰν δέ τις ἐν ταῖς πόλεσι γράψηι ἢ ἐπιψηφίσει ὡς δεῖ ἀφεῖσσθαί [τινος] τῶν τὸ ἔργον λιπόντων τὴν ζημίαν, ἔνοχος
[βι]α̣ί[ω]ν ἔσται {α̣ι} ὅ τε γράψας καὶ ὁ ἐπιψηφίσας, ἐὰμ μή τι ὁ βασιλε[ὺς ἄ]λλο περ[ὶ α]ὐτῶν ἐπιστείληι· τῶι δὲ ἀπὸ τού-
[τ]ων γιν[ομέν]ωι [ἀ]ργυρίωι ἐν ταῖς πόλεσιν καταχρήσθων εἰς τὸ ἱερὸν τοῦ [Δι]ονύσου, εἰς ἄλλο δὲ μηθέν. περὶ ἐμβολαίων μην[ῶν]·
50 [π]ερὶ δὲ τῶν ἐμβολαίων μηνῶν ἐπιμελεῖσθαι τοὺς ἄρχοντας ἐν ταῖς πόλε[σι μ]ετὰ τῶν ἡιρημένων ὅταν καθήκει, ὅπως ἂν ἅμα ἐν
[τ]ῆι Εὐβοίαι γίνωνται.  ὑπὲ̣ρ̣ ἐ̣ξ̣ω̣[μ]οσ̣ι̣ῶ̣ν· ἐξωμ̣ο̣σίαν δ̣ὲ̣ εἶναι τοῖς τεχνίτα[ις] τοῖς λιποῦσί τι τῶν ἔργων αὐτοῖς παραγενομέν[οις]
[ε]ἰς τὴν πόλιν οὗ ἂν λίπωσι τὸ ἔργον ἐντὸς τοῦ χειμῶνος ἐν ἐγμήνω[ι· πρ]ότερον δὲ μὴ ε̣ἶ̣ν̣α̣ι̣ ἐ̣ξ̣η̣ρ̣ῆσθαι· παρόντων τ[ῶν]
διδόντων τὰ ἔργα· ἐὰν δέ τις τῶν τεχνιτῶν τῶν λαβόντων τὰ ἔργα ἐ[ν Ε]ὐβοίαι ἀγωνίζηται ἔν τινι πόλει ἐξ ἧς μὴ [ἔστιν]
[αὐτῶι] παραγενέσθαι εἰς τοὺς χρόνους ἐν οἷς οἱ ἀγῶνές εἰσιν ἐν [Εὐ]βοίαι, γινέσθω αὐτῶι ἡ ἐξωμοσία. τὰ δ[ὲ δό]-
55 [ξαντ]α ἀναγράψαι τοὺς ἄρχοντας ἐν ἑκάστ[ηι] τῶν πόλεων ἐν στ[ή]ληι λιθίνηι καὶ ἀν[α]θεῖναι εἰς τὴν πάρ[οδον]
[τοῦ] θεάτρου· τὸ δὲ ἀνάλωμα τὸ εἰς τὴν στήλην ὑποθεῖναι ἑκάστ[ου]ς παρ’ ἑαυ[το]ὺς τῶι θεάτρωι, ὅταν πο̣ή[σωνται τὴν]
[ἔγδο]σ̣ιν κατὰ τὰ ἐπιόντα Διονύσια ὅπως ἂν γίνωνται, τὰς πόλεις ἑλομένας τοὺς ἄνδρας κατὰ τὴν διαγρα[φὴν]
[πέμψαι] εἰς Χαλκίδα πρὸ τῆς εἰκάδος τοῦ Ἀπατουριῶνος μηνός, ὡς Χαλκιδεῖς ἄγουσιν, ὅπως ἂν ἐγδῶσιν τὰ ἔ[ργα]
[τοῖς τεχ]νίταις· τοὺς δὲ προβού[λου]ς καὶ στρατηγοὺς τοὺς Χαλκιδέων ἀποστεῖλαί τινα πρὸς τοὺς τεχνίτας, ἐπανγε[λοῦν<τα>]
60 [τὰς] ἐργολαβίας κ̣α̣ὶ̣ ὅπ̣ως ἂν παρῶσιν οἱ βουλόμενοι ἐργολαβεῖν τοῦ [Ἀπατ]ουριῶνος μηνὸς ὡς Χαλκιδεῖς ἄγουσιν π[ρὸ]
[εἰκάδων τ]ῶν κατὰ θεόν· ἐὰν δέ τινες τῶν [πρό]τερον ἐζημιωμένων ἐν ταῖς πόλεσιν τεχνιτῶν πρὸ τοῦ τὸν νόμον κυρωθ[ῆ<ναι>]
[βούλ]ωνται ἐργολαβεῖν τὸ Εὐβοϊκὸν ἔργον, εἶναι αὐτοῖς ὅταν παραγένωνται ἐξομοσαμένοις ἀφεῖσθαι τῶν πρότερον ζημ[ιῶν].
[ἀσφ]άλειαν εἶναι τοῖς ἐργολαβήσασιν τεχνίταις τὸ Εὐβοϊκὸν ἔργον ἐν [ταῖς π]όλεσι ταῖς ἐν Εὐβοίαι πάσαις κατὰ τὸν καιρ[ό]ν,
[ἐὰ]ν τῶν [ἀγ]ώνων ἕνεκεν ἐνδ̣η̣μ̣ῶσι ἀπὸ τῶν πολιτικῶν ἐνκλημάτων· ἐπιμελεῖσθαι δὲ τῆς ἀσφαλείας τοὺς στρατη[γοὺς]
65 [καὶ] τοὺς ἄρχοντας τοὺς κατὰ πόλ[ι]ν̣. ἐὰν δέ τινες τῶν τεχνιτῶν λίπωσι τῶν ἔργων τι, ἀν̣[α]β[άλλ]εσθαι τὰς ἐγδόσεις τῶν ἔργ[ω]ν
[ἁ]π̣ά̣ντων, εἰ μὴ ἀπε[ίρη]ται, <καὶ> μισ[θ]ῶσαί [πο]θεν τεχνίτας ἀντὶ τῶν λειπόντων, ἐὰν ὦσι δυνατοί· οἱ δὲ μισθωθέντες ὑπαρχόν-
τ̣ω[ν καὶ] εἰς τὰς ἄλλας πόλεις, ἐν αἷς ἂν λείπηται τὰ ἔργα· ἐὰν δὲ οἱ τεχνῖται ἢ τῶν ἐργολάβων τινὲς δυνατοὶ ὄντες ἐργολ[α]-
β̣ε̣ῖν καὶ βουλομένων αὐτοῖ[ς τῶν ἀρχόν]των τὰ ἔργα διδόναι μὴ ἐργολαβῶσι ἀλλ’ ἐγ ․․6․․․ω̣νται παρὰ τοὺς κειμένου[ς]
τοῖς Εὐβοιεῦσι περὶ τούτων νόμους, ὑποτελεῖς αὐτοὺς εἶναι πάντων ὧν ἂν ἔχοντες ἐπιβαίνωσι τῆς Εὐβοίας καὶ ε̣ἰσάγον̣-
70 [τας] καὶ ἐ̣ξ̣άγοντας· τοὺς δὲ διδόντας τὰ ἔργα οὓς ἂν κρίνωσιν τῶν τεχνιτῶν ἢ τῶν ἐργολάβων ἀδικεῖν περὶ ταῦτα ἀ-
[πογ]ράψαι ταῖς ἰδίαις πόλεσιν· ἐπιμελεῖσθαι δὲ μετὰ τῶν ἀρχόντων καὶ στρατηγῶν τοὺς ἡιρημένους πρὸς τὰς ἐργολα-
βὰς τρόπωι ὅτωι ἂν ἐπίστωνται, ὅπως οἱ ἀπογραφέντες τὰ τέλη τιθῶσι κατὰ τὰ δόξαντα {τὰ} τοῖς Εὐβοιεῦσιν· ἐὰν
δέ τινες τῶν τεχνιτῶν ἀτακτοῦντές τι περὶ τοὺς ἀγῶνας ζημιωθῶσιν ὑπὸ τῶν ἀγωνοθετῶν, ὑπολογεῖν αὐ-
τοῖς τὰς ζημίας ἐκ τῶν μισθῶν ὅταν κομίσωνται παραχρῆμα.
Search Help