[ ] Euboia — Eretria — early 3rd c. BC
1 οἱ πρόβουλοι κα[ὶ οἱ στρατηγοὶ]
εἶπαν· ἐπειδὴ Ἀ[ναξίδοτος Ἀπολ]-
λοδώρου Μακε[δὼν ἀνὴρ ἀγαθός]
ἐστι περὶ τὸν [δῆμον τῶν Ἐρετρι]-
5 έων καὶ λέγων [καὶ πράττων ἀεὶ]
τὰ συμφέρο<ν>τα [τῶι δήμωι, ἔδοξεν]
τεῖ βουλεῖ καὶ [τῶι δήμωι εἶναι]
Ἀναξίδοτον Ἀπ̣[ολλοδώρου Μακε]-
δόνα πρόξενον [καὶ εὐεργέτην Ἐ]-
10 ρετριέων αὐτὸν [καὶ ἐκγόνους]
καὶ εἶναι αὐτῶι [γῆς καὶ οἰκίας]
ἔγκτησιν καὶ πρ̣[όσοδον πρὸς]
τὴν βουλὴν καὶ [τὸν δῆ]μον πρώτωι
μετὰ τὰ ἱερὰ κ[αὶ ἀτέλ]ειαν εἰσά-
15 γοντι καὶ ἐξά[γοντι π]άντων κα-
θάπερ τοῖς ἄλ[λοις Ἐ]ρετριεῦσι
καὶ ἀσυλίαν κ̣[αὶ ἀσφ]ά̣λειαν καὶ
πολέμου καὶ ε[ἰρήνη]ς̣ καὶ κατὰ
γῆν καὶ κατὰ θά[λαττ]αν· εἶναι δὲ
20 Ἀναξίδοτον κ[αὶ πο]λ̣ίτην αὐτὸν
καὶ ἐκγόνους καὶ μ̣ετεῖναι αὐ-
τοῖς ὧμπερ τοῖς ἄλλοις
Ἐρετριεῦσι.
Search Help